Digital Suda
Suidae Lexicon edidit Ada Adler

xi

48
xi

Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:3.Ξ.48
Suda On Line: sol-entries/xi/48

Ξενοφῶν, Σωκράτους μαθητής, ἐστρατεύσατο ἐπὶ Πέρσας Κύρῳ συνανελθὼν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην. ὁ Κῦρος δὲ ἦν μετὰ Τισσαφέρνην ὕπαρχος ὑπὸ Δαρείου τοῦ πατρὸς τῶν ἐν τῇ Ἀσίᾳ καταστάς. μετὰ δὲ τὸν Δαρείου θάνατον Κῦρον Ἀρταξέρξης διαβληθέντα ὑπὸ Τισσαφέρνους ἀναιρεῖν μέλλων ἀφῆκε, Παρυσάτιδος τῆς μητρὸς παραιτησαμένης αὐτὸν καὶ τὴν στρατιὰν αὐτῷ φυλαξάσης. ὁ δὲ ὡς Τισσαφέρνει πολεμῶν ἤθροισε δύναμιν καὶ ἐπὶ τὸν ἀδελφὸν ἔγνω στρατεύειν. υʹ δὲ κατέλιπον τὸν Κῦρον καὶ ἔφυγον ἐκ τῶν συστρατευσάντων ὁπλῖται καὶ πελτασταὶ ͵γφʹ. Ξενοφῶν δὲ συνανέβη. δέκα οὖν βαρβάρων μυριάδας συναθροίσας ὡς ἐπὶ Πισίδας δῆθεν ἐπορεύετο. ὡς δὲ τὰ ἔθνη διῆλθεν, ἐφ’ ἃ στρατεύειν προεφασίζετο, συνέντες οἱ Ἕλληνες ἐπὶ βασιλέα εἶναι τὴν στρατείαν ὤκνουν τὴν ἀνάβασιν. Κλεάρχου δὲ εἰπόντος τὴν ὑποστροφὴν ἄπορον εἶναι, Κύρου μὴ συναιρομένου, συνῄεσαν. Κῦρος δὲ γυμνῇ τῇ κεφαλῇ πρὸς Τισσαφέρνην μαχόμενος, καίτοι Κλεάρχου ἀπαγορεύοντος αὐτῷ μὴ πολεμεῖν, ἀπέθανεν. οἱ δὲ Ἕλληνες ὑπὸ Κλεάρχῳ τεταγμένοι Ἀριαῖον προεβάλλοντο βασιλέα ἑαυτῶν, ὁ δὲ παρῃτήσατο. βασιλεὺς δὲ τὴν τοῦ Κύρου κεφαλὴν καὶ τὴν χεῖρα ἀποκόψας τοῖς Ἕλλησιν ἔπεμπε, ζητῶν τὰ ὅπλα ὡς παρὰ νενικημένων· οἱ δὲ οὐκ ἔδοσαν. δόλῳ δὲ Τισσαφέρνης παραβὰς τοὺς ὅρκους προδίδωσι βασιλεῖ τοὺς Ἕλληνας καὶ Κλέαρχον καὶ Μένωνα, οὓς ἀναιρεῖ. καὶ Ξενοφῶν αὐτῶν στρατηγεῖ καὶ πάντας νικᾷ. ἐλθόντες δὲ εἰς Θρᾴκην ἐμίσθωσαν ἑαυτοὺς Σεύθῃ τῷ βασιλεῖ μύριοι διασωθέντες.

CTS URN Retriever

The CTS URN retriever is a tool for retrieving and citing passages and words in the text of the Suda by typing the corresponding CTS URN. The Digital Suda is providing the text of the edition of the Suidae Lexicon by Ada Adler (1928-1938), which is cataloged as opp-grc2 in the Perseus Catalog.

The syntax of the URNs follows the specification of the CITE Architecture.

For example:

Using CTS URNs, it is possible to export citations of the Suda down to the word level. By selecting a portion of text holding down the ALT-key, users get a pop-up window with the CTS URN that identifies the selected chunk of text.

For example:

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License