Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:3.Ξ.47Suda On Line: sol-entries/xi/47
Ξενοφῶν, Γρύλου, Ἀθηναῖος, φιλόσοφος Σωκρατικός· ὃς πρῶτος ἔγραψε βίους φιλοσόφων καὶ ἀπομνημονεύματα. παῖδας ἔσχεν ἀπὸ Φιλησίας Γρύλον καὶ Διόδωρον, οἳ καὶ Διόσκουροι ἐκαλοῦντο· αὐτὸς δὲ Ἀττικὴ μέλιττα ἐπωνομάζετο. γέγονε δὲ συμφοιτητὴς Πλάτωνος καὶ ἤκμαζε κατὰ τὴν ϟεʹ ὀλυμπιάδα. ἔγραψε βιβλία πλείονα τῶν μʹ, ὧν καὶ ταῦτα· Κύρου παιδείας βιβλία ηʹ, Κύρου Ἀναβάσεως βιβλία ζʹ, Ἑλληνικῶν βιβλία ζʹ, Συμπόσιον· καὶ ἄλλα πολλά.
