Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:3.Ν.179Suda On Line: sol-entries/nu/179
Νενημένην καὶ Νενησμένην· σεσωρευμένην. Ξενοφῶν· εὕρῃς γὰρ θησαυροὺς ἐν ταῖς οἰκίαις ἄρτων νενημένων περυσινῶν. καὶ Ἀριστοφάνης· τί κάθησθ’ ἀβέλτεροι, ὄντες λίθοι, ἀριθμός, πρόβατ’, ἄλλως ἀμφορεῖς νενησμένοι; τουτέστιν ἀνόητοι. πρὸς τοὺς θεατάς φησι· διὰ γὰρ τοῦ μωροῦ δοκιμάζεται ὁ φρόνιμος. ἀμφορεῖς δὲ ἀντὶ τοῦ ματαίως κέραμοι σεσωρευμένοι. νηῆσαι γὰρ τὸ σωρεῦσαι. καὶ νῆσαι δισυλλαβῶς.
