Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:3.Μ.507Suda On Line: sol-entries/mu/507
Μελίνη· Δημοσθένης ἐν Φιλιππικῷ. ὄσπριόν ἐστιν· ὅπερ καὶ ἀρσενικῶς λέγεται· Σοφοκλῆς μὲν γὰρ καὶ Ἡρόδοτος καὶ Ξενοφῶν θηλυκῶς εἶπον μελίνην. Ξενοφῶν δὲ ὁ αὐτὸς ἐν Ἀναβάσει καὶ μέλινον καὶ μελίνους εἶπεν. ἔνιοι δὲ εἶδός τι κεγχρίου νομίζουσι τὴν μελίνην, ὅπερ τινὰς καλεῖν ἔλυμον. Θεόφραστος δὲ ἐν ζʹ Περὶ φυτῶν ὡς διαφέροντα ταῦτα ἀναγράφει κέγχρον ἢ μελίνην ἢ ἔλυμον.
