Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:3.Μ.1259Suda On Line: sol-entries/mu/1259
Μορῶν· Δημοσθένης ἐν Φιλιππικοῖς. συντάγματά τινα Λακωνικὰ οὕτω καλεῖται. φησὶ δὲ Ἀριστοτέλης, ὥς εἰσι μοῖραι ἓξ ὠνομασμέναι, καὶ διῄρηνται εἰς τὰς μοίρας Λακεδαιμόνιοι πάντες. Ξενοφῶν δέ φησιν ἐν τῇ Λακώνων πολιτείᾳ· ἑκάστη δὲ τῶν πολιτικῶν μορῶν ἔχει πολέμαρχον ἕνα, λοχαγοὺς δʹ, πεντηκοστύας ηʹ, ἐννομοτάρχας ἑκκαίδεκα.
