Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:2.E.3682Suda On Line: sol-entries/epsilon/3682
Εὕρημα· ἐπίτευγμα, βούλευμα. δῆλον δέ, ὡς τῷ πολλὰ πεπαιδευμένῳ καὶ πολλὰ εἰδέναι γλιχομένῳ, καὶ ταῦτα εὕρημά ἐστι. τουτέστι βούλευμα, ἐπιτήδευμα. καὶ Εὑρήματα ὁμοίως, ἐπιτεύγματα, βουλεύματα. Ξενοφῶν· ἐπεὶ εἶδον ὑμᾶς εἰς πολλὰ κἀμήχανα ἐμπεπτωκότας, εὕρημα ἐποιησάμην, εἴ πως δυναίμην παρὰ βασιλέως αἰτήσασθαι, δοῦναί μοι ἀποσῶσαι ὑμᾶς εἰς τὴν Ἑλλάδα. εὕρημα δὲ καὶ τοὺς Μάγους ἐποιεῖτο, οἳ Βαβυλῶνα καὶ Σοῦσα οἰκοῦσιν.
