Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:2.E.3570Suda On Line: sol-entries/epsilon/3570
Εὐλόφως· γενναίως. ὁ δὲ πρὸς τοὺς ἐπαναστάντας εὐλόφως ἀγωνισάμενος ἐπέδειξεν ἀληθῆ ὄντα τὸν λόγον, ὃν ἔφη Σωκράτην εἰπεῖν ὁ Ξενοφῶν πρὸς Ἰσχόμαχον, ὡς ἔστιν ἄρα τὸν ἀγαθὸν ὠφελεῖσθαι καὶ ὑπὸ τῶν βλάπτειν αὐτὸν πειρωμένων. καὶ αὖθις· εὐλόφῳ αὐχένι τὴν ἄσκησιν ὑπομένων ἐφαίνετο, οὔτε τὸ σῶμα κεκακωμένος οὔτε τὴν ψυχὴν τεταλαιπωρημένος.
