Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:2.Η.552Suda On Line: sol-entries/eta/552
Ἥρων, Κότυος, Ἀθηναῖος ῥήτωρ, τὰς ἐν Ἀθήναις δίκας γεγραφώς· εἶτα ἐξήγησιν Δεινάρχου, ὑπομνήματα εἰς Ἡρόδοτον, Ξενοφῶντα, Θουκυδίδην, Κεκριμένων ὀνομάτων βιβλία γʹ, Ἐπιτομὴν τῶν Ἡρακλείδου ἱστοριῶν, Περὶ τῶν ἀρχαίων ῥητόρων καὶ τῶν λόγων, οἷς ἐνίκησαν πρὸς ἀλλήλους ἀγωνιζόμενοι. ὅτι Ἥρωνι ἐπέτρεψεν ἑαυτὸν ὁ Πρόκλος ἀνδρὶ θεοσεβεῖ καὶ τελείαν παρασκευὴν ἐσχηκότι τῶν κατὰ τὴν παίδευσιν ὁδῶν Ἀλεξανδρείας.
