urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:1.B.440https://www.cs.uky.edu/~raphael/sol/sol-entries/beta/440
Βουλιμιᾶν: τὸ παρ’ ἡμῖν. Ξενοφῶν δὲ βουλιμιᾶν λέγει τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ. ὁ δὲ παριὼν ἐπὶ τὰ ὑποζύγια, εἴ τί που ὀρῴη βρωτὸν, ἐδίδου τοῖς βουλιμιῶσι. συμπίπτει τε τῆς βουλιμιάσεως πάθος, χιόνος οὔσης, πονοῦσι καὶ κτήνεσι καὶ ἀνθρώποις, εἴτε τοῦ θερμοῦ διὰ περίψυξιν καὶ πύκνωσιν, ὅταν ἐντὸς ἅπαν καθειρχθῇ, τὴν τροφὴν ἀθρόως ἀναλίσκοντος, εἴτε δριμεῖα καὶ λεπτὴ τῆς χιόνος διαδυομένης ἰοῦσα πνοὴ τέμνει τὸ σῶμα καὶ διαφθείρει τὸ θερμὸν ἔξω αὖθις διαδιδόμενον.