urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:1.A.2877https://www.cs.uky.edu/~raphael/sol/sol-entries/alpha/2877
Ἀπαλλάξας: ἀντὶ τοῦ πείσας ἀποστῆναι. Κρατῖνος καὶ Δημοσθένης καὶ ἄλλοι. Ἀπαλλάξαι. καὶ Ἀπαλλάξωμεν, ἀντὶ τοῦ ἀφανίσωμεν. Ξενοφῶν· τῶν ἄλλων σκευῶν τὰ περισσὰ ἀπαλλάξωμεν. καὶ Ἀπαλλάξαι, ἀντὶ τοῦ φυγαδεῦσαι. ἐδεῖτο δὲ τὸ πλῆθος προσωτάτω Ἀρμενίας ἀπαλλάξαι Ἰωτόμην, ὡς οὔποτ’ ἂν ἀποσχόμενον τοῦ νεωτερίζειν, εἰ τύχοι ὢν ἔνδημος. καὶ Ἀπαλλάττω σε κόπων.