urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:1.A.2719https://www.cs.uky.edu/~raphael/sol/sol-entries/alpha/2719
Ἀντιποιηθέντα: φιλονεικήσαντα. δεῖ γὰρ ἀντιποιηθέντας οὐ πρότερον χαρίσασθαι θελήσαντι. καὶ Ἀντιποιούμενον· γενικῇ. ἐπιμελῶς διακείμενον. Πολύβιος· ὁ δὲ Ἄρατος κατανοῶν τὸν Ἀντίγονον πρᾶξιν ἔχοντα καὶ σύνεσιν καὶ πίστεως ἀντιποιούμενον· τοὺς δὲ βασιλεῖς φύσει μὲν οὐδένα νομίζοντας οὔτ’ ἐχθρὸν οὔτε πολέμιον ἐπεβάλετο λαλεῖν πρὸς τῶν εἰρημένων βασιλέων καὶ συμπλέκειν τὰς χεῖρας. ἀντιποιούμενοι τῆς ἀρχῆς τῷ βασιλεῖ. Ξενοφῶν. καὶ αὖθις· οὐδὲν ἀντιποιησάμενοι τῆς ἐκείνου δεήσεως.