urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:1.A.2508https://www.cs.uky.edu/~raphael/sol/sol-entries/alpha/2508
Ἀνθηρά· Ξενοφῶν· ὥσπερ ἐν τοῖς μουσικοῖς τὰ νέα καὶ τὰ ἀνθηρὰ εὐδοκιμεῖν. τῶν ὀρνέων τὰ μὲν χρήσιμα καὶ ἀνθηρὰ κατὰ τοὺς οἴκους ἀνατρέφομεν, τὰ δὲ μὴ ἀνθηρὰ ἐσθίομεν. Ἀριστοφάνης Ἀχαρνεῦσιν· εἶδες, ὦ πᾶσα πόλι, τὸν φρόνιμον ἄνδρα, τὸν ὑπέρσοφον, οἷον ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν· ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δ’ αὖ πρέπει χλιαρὰ κατεσθίειν.