urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:1.A.18https://www.cs.uky.edu/~raphael/sol/sol-entries/alpha/18
Ἄβαρις· Σκύθης, Σεύθου υἱός. συνεγράψατο δὲ χρησμοὺς τοὺς καλουμένους Σκυθινοὺς καὶ Γάμον Ἕβρου τοῦ ποταμοῦ καὶ Καθαρμοὺς καὶ Θεογονίαν καταλογάδην καὶ Ἀπόλλωνος ἄφιξιν εἰς Ὑπερβορέους ἐμμέτρως. ἧκε δὲ ἐκ Σκυθῶν εἰς Ἑλλάδα. τούτου ὁ μυθολογούμενος ὀϊστὸς, τοῦ πετομένου ἀπὸ τῆς Ἑλλάδος μέχρι τῶν Ὑπερβορέων Σκυθῶν· ἐδόθη δὲ αὐτῷ παρὰ τοῦ Ἀπόλλωνος. τούτου καὶ Γρηγόριος ὁ Θεολόγος ἐν τῷ εἰς τὸν μέγαν Βασίλειον Ἐπιταφίῳ μνήμην πεποίηται. φασὶ δὲ ὅτι λοιμοῦ κατὰ πᾶσαν τὴν οἰκουμένην γεγονότος ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοις Ἕλλησι καὶ βαρβάροις τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰς ποιήσασθαι. πρεσβευομένων δὲ πολλῶν ἐθνῶν πρὸς αὐτοὺς, καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεσβευτὴν ἀφικέσθαι λέγουσι κατὰ τὴν γʹ Ὀλυμπιάδα. ὅτι τοὺς Ἀβάρις οἱ Βούλγαροι κατὰ κράτος ἄρδην ἠφάνισαν. ὅτι οἱ Ἀβάρις οὗτοι ἐξήλασαν Σαβίνωρας, μετανάσται γενόμενοι ὑπὸ ἐθνῶν οἰκούντων μὲν τὴν παρωκεανῖτιν ἀκτήν, τὴν δὲ χώραν ἀπολιπόντων διὰ τὸ ἐξ ἀναχύσεως τοῦ Ὠκεανοῦ ὁμιχλῶδες γινόμενον, καὶ γρυπῶν δὲ πλῆθος ἀναφανέν· ὅπερ ἦν λόγος μὴ πρότερον παύσασθαι πρὶν ἢ βορὰν ποιῆσαι τὸ τῶν ἀνθρώπων γένος. διὸ δὴ ὑπὸ τῶνδε ἐλαυνόμενοι τῶν δεινῶν τοῖς πλησιοχώροις ἐνέβαλλον· καὶ τῶν ἐπιόντων δυνατωτέρων ὄντων οἱ τὴν ἔφοδον ὑφιστάμενοι μετανίσταντο, ὥσπερ καὶ οἱ Σαράγουροι ἐλαθέντες πρὸς τοῖς Ἀκατίροις Οὔννοις ἐγένοντο. κλίνεται δὲ Ἄβαρις, Ἀβάριδος, τοὺς Ἀβάριδας, καὶ κατὰ ἀποκοπὴν Ἀβάρις. ζήτει περὶ τῶν αὐτῶν ἐν τῷ Βούλγαροι.