urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:1.A.1601https://www.cs.uky.edu/~raphael/sol/sol-entries/alpha/1601
Ἅμιπποι: κατὰ μὲν Ἰσαῖον οἱ σὺν ἵπποις στρατευόμενοι. οἱ δέ φασιν ὅτι ζεύγνυνται μέν τινες ἵπποι, καὶ ὁ ἐπελαύνων αὐτούς, τοῦ μὲν ἐποχεῖται, τὸν δὲ παρέλκεται· καὶ καλοῦνται οὗτοι ἅμιπποι. πεζοὺς δὲ τοὺς ἁμίππους Θυυκυδίδης καὶ Ξενοφῶν ὑποδηλοῦσι. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσι τεταγμένοι.