Scaife Viewer: urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:1.A.1128Suda On Line: sol-entries/alpha/1128
Ἀλέξανδρος Αἰγαῖος· φιλόσοφος Περιπατητικός, διδάσκαλος Νέρωνος τοῦ βασιλέως, ἅμα Χαιρήμονι τῷ φιλοσόφῳ. υἱὸν δὲ ἔσχε Καίλινον ὄνομα. οὗτος ἐκάλει τὸν Νέρωνα πηλὸν αἵματι πεφυρμένον. κακῶν μαθητῶν, ὡς οἶμαι, κακίονες οἱ διδάσκαλοι· διδακτὴ γὰρ ἀρετὴ καὶ κακία ἀσκητή. ἔστι δὲ καὶ ἕτερος Ἀλέξανδρος Ἀφροδισιεύς, φιλόσοφος. καὶ ἄλλος, ὁ Νουμηνίου, σοφιστής. καὶ ἄλλος, Κλαύδιος χρηματίσας, σοφιστής. καὶ ἕτερος, ὁ Κασίλωνος, σοφιστής, ἀδελφὸς Εὐσεβίου τοῦ σοφιστοῦ, μαθητὴς δὲ Ἰουλιανοῦ. καὶ ἄλλος Ἀλέξανδρος, Ἀλεξάνδρου, δικηγόρου, Κίλιξ, Σελευκεύς, σοφιστής, ὃς ἐπεκλήθη Πηλοπλάτων.
