urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:1.A.1027https://www.cs.uky.edu/~raphael/sol/sol-entries/alpha/1027
Ἀκρώνυξ: τὸ ἄκρον τοῦ ὄνυχος καὶ τὸ ἄκρον τοῦ ὄρους. καὶ Ἀκρωνυχία ὁμοίως. ὁ δὲ φυλακῇ τινι ἐπὶ τῆς ἀκρωνυχίας ἐντυχὼν, ταύτῃ αἰφνιδίῳ προσβολῇ ἐτρέψατο. ἔστι δὲ καὶ Ἀκρωνυχία, ἡ ἀκρώρεια τοῦ ὄρους. καὶ Ξενοφῶν· ἐπεὶ δὲ ἑώρα Χειρίσοφος προκατειλημμένην τὴν ἀκρωνυχίαν τοῦ ὄρους, ἀφ’ ἧς ἡ κατάβασις ἦν εἰς τὸ πεδίον. ἐνδοτέρω χωρούντων ἀκρωνυχία ὄρους ἐπανίστατο.