urn:cts:greekLit:tlg9010.tlg001.1st1K-grc1:1.Γ.482https://www.cs.uky.edu/~raphael/sol/sol-entries/gamma/482
Γυμνῆται. ἡ εὐθεῖα ὁ γυμνήτης, καὶ οἱ γυμνῆται. τάξις πεζῶν. Ξενοφῶν· ὁ δὲ Χειρίσοφος ἡγεῖτο τοῦ στρατεύματος λαβὼν τὸ ἀμφ’ αὑτὸν, τοὺς γυμνήτας ἅπαντας· οὐδεὶς γὰρ κίνδυνος ἐδόκει εἰναι. καὶ Γυμνήτης, ὁ γεγυμνωμένος. ὅς ποτε θυμῷ ἄρσενι γυμνήτην ἐξεπόνει βίοτον. λέγεται καὶ Γυμνής, γυμνῆτος, ὁπλίτου. καὶ αὖθις· εἵποντο δὲ καὶ γυμνῆτες ἐς υʹ ἀποκεκριμένοι ὡς ὁδοποιεῖν τὰ ἄβατα.