Callimachus) - urn:cts:greekLit:tlg0533Alexandria (Wikidata) (Pleiades)
poet (Wikidata)
librarian (Wikidata)
epigrammatist (Wikidata)
mythographer (Wikidata)
elegist (Wikidata)
writer (Wikidata)
urn:cts:greekLit:tlg0533.suda001 -
Hecale
urn:cts:greekLit:tlg0533.suda002 -
On Contests
urn:cts:greekLit:tlg0533.suda003 -
Hymns
urn:cts:greekLit:tlg0533.suda004
| alpha | 302 | [ | Ἀγορανομίας: λογιστίας. εἴρηται δὲ ἐπὶ τῶν ἐπισκοπούντων τὰ τῶν πόλεων ὤνια. καὶ Ἀγορανόμοι, οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοικοῦντες ἄρχοντες. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι τρεῖς τοὺς λαχόντας, τοὺς δ’ ἱμάντας ἐκ λεπρῶν. τουτέστι λώρους, φραγγέλια. τὸ γὰρ παλαιὸν φραγγέλοις ἔτυπτον οἱ λογισταὶ τῆς ἀγορᾶς. λεπρῶν δὲ οἱ μὲν ἀπὸ τοῦ λέπειν, ὅ ἐστι τύπτειν· οἱ δὲ ἀπὸ Λεπρέου πολίσματος τῆς Πελοποννήσου, ἧς μέμνηται καὶ Καλλίμαχος ἐν Ὕμνοις· Καυκώνων πτολίεθρον, ὃ Λέπρειον πεφάτισται. οἱ δὲ ἐκ λεπρῶν βοῶν, διὰ τὸ τὰ ἐκ λεπρῶν βοῶν δέρματα ἰσχυρὰ εἶναι. οἱ δὲ ὅτι οἱ Μεγαρεῖς λεπροὶ τὸ σῶμα, πρὸς οὓς σπένδεται. ἄμεινον δὲ λέγειν, ὅτι τόπος ἔξω τοῦ ἄστεος Λεπροὶ καλούμενος, ἔνθα τὰ βυρσεῖα ἦν. οὗ καὶ ἐν Ὄρνισι μέμνηται· τί δ’ οὖν τὸν ἥλιον Λέπρεον οἰκίζετε. καὶ Ἀγορανομῶ· γενικῇ. | ] |
| alpha | 495 | [ | Ἀδμωλία: ἡ ἄγνοια παρὰ Καλλιμάχῳ. καὶ Ἀδμωλεί, χωρὶς δόλου. καὶ Ἀδμωλῶ, τὸ ἀκηδιῶ. | ] |
| alpha | 1037 | [ | Ἄκτια: ἀγὼν παλαιὸς, ὡς Καλλίμαχος ἐν τῷ περὶ τῶν Ἀγώνων δῆλον ποιεῖ. | ] |
| alpha | 1146 | [ | Ἀλετρίβανος: οἱ μέν δασέως παρὰ τὸ τοὺς ἅλας τρίβειν, οἱ δὲ ψιλῶς παρὰ τὸ ἀλεῖν. καὶ δοῖδυξ μὲν Ἀττικόν, ἀλετρίβανος δὲ Ἀσιανόν. λέγεται δὲ καὶ Ἁλότριψ. καὶ τοῦτον δικάρανον ἁλότριβα. καὶ Ἀλετρίς, ἡ μυλωθρὸς παρὰ Καλλιμάχῳ. | ] |
| alpha | 1592 | [ | Ἀμιθρῆσαι: μετρῆσαι, ἀριθμῆσαι, παρὰ Kαλλιμάχῳ. | ] |
| alpha | 3071 | [ | Ἀπεστώ· ὥσπερ Σαπφώ. παρὰ Καλλιμάχῳ ἡ ἀποδημία. | ] |
| alpha | 3259 | [ | Ἀποβράσματα: τὰ πίτυρα παρὰ Καλλιμάχῳ. τῆς οὐδὲν ἀπέβρασε φαῦλον ἀλετρίς. | ] |
| alpha | 3419 | [ | Ἀπολλώνιος, Ἀλεξανδρεὺς, ἐπῶν ποιητὴς, διατρίψας ἐν Ῥόδῳ, υἱὸς Σιλλέως, μαθητὴς Καλλιμάχου, σύγχρονος Ἐρατοσθένους καὶ Εὐφορίωνος καὶ Τιμάρχου, ἐπὶ Πτολεμαίου τοῦ Εὐεργέτου ἐπικληθέντος, καὶ διάδοχος Ἐρατοσθένους γενόμενος ἐν τῇ προστασίᾳ τῆς ἐν Ἀλεξανδρείᾳ βιβλιοθήκης. | ] |
| alpha | 3622 | [ | Ἀπ’ οὔατος ἄγγελος ἔλθοι: παρὰ Καλλιμάχῳ. τουτέστι δύσφημος, μὴ ἄξιος τοῦ μὴ ἀκουσθῆναι. | ] |
| alpha | 3750 | [ | Ἀράχνη: θηλυκῶς τὸ ὕφασμα. ἀράχνης δὲ ἀρσενικῶς, τὸ ζωΰφιον· παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν. τρισσαὶ θέσαν ἅλικες, ἶσον ἀράχνᾳ τεῦξαι λεπταλέον μίτον ἐπιστάμεναι. εἴρηται δὲ ἀράχνης καὶ παρ’ Ἡσιόδῳ καὶ παρὰ Πινδάρῳ καὶ παρὰ Καλλίᾳ. λέγουσι δὲ καὶ ἀραχνικὰ, ἀπὸ τῆς ἀράχνης ὀρθῆς. Καλλίας Κύκλωψιν· ὥσπερ ἀραχνικὸς τὴν ὁδὸν προφορούμενα. θηλυκῶς δὲ Σοφοκλῆς Ἰνάχῳ πάντα δ’ ἐρίθων ἀραχνᾶν βρίθει. Καλλίμαχος· ἔργον ἀράχνα. Κρατῖνος δὲ Πυτίνη· ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα. Φερεκράτης Τυραννίδι· ἆρ’ ἀράχνια ὥσπερ ταῖς συκυαῖσι ταῖς κεναῖς. Νικόφρων Ἀφροδίτης γοναῖς· ἆρ’ ἀράχνιόν τι φαίνεται ἐμπεφυκέναι. | ] |
| alpha | 3933 | [ | Ἀριστοφάνης, Βυζάντιος, γραμματικός, υἱὸς Ἀπελλοῦ ἡγουμένου στρατιωτῶν, μαθητὴς Καλλιμάχου καὶ Ζηνοδότου· ἀλλὰ τοῦ μὲν νέος, τοῦ δὲ παῖς ἤκουσε· πρὸς δὲ τούτοις καὶ Διονυσίου τοῦ Ἰάμβου καὶ Εὐφρονίδα τοῦ Κορινθίου ἢ Σικυωνίου. γέγονε δὲ κατὰ τὴν ρμδʹ Ὀλυμπιάδα. | ] |
| alpha | 3981 | [ | Ἁρμοῖ που: ἀρτίως, νεωστί. οὕτω που Καλλίμαχος ἐν Ἑκάλῃ ἁρμοῖ που κἀκείνῳ ἐπέτρεχεν ἀβρὸς ἴουλος. | ] |
| alpha | 4105 | [ | Ἀρχίβιος, Ἀπολλωνίου, γραμματικός. τῶν Καλλιμάχου [+] ἐπιγραμμάτων ἐξήγησιν. | ] |
| alpha | 4208 | [ | Ἀσπαστοί: ἄσμενοι, θεοειδεῖς. παρὰ δὲ Καλλιμάχῳ Ἀσπαστύς, ἀσπαστύος, τουτέστι προσηγορία φιλία. | ] |
| alpha | 4255 | [ | Ἄστρια: οἱ ἀστράγαλοι. δέκα δ’ ἄστρια αἴνυτο λάτρον· παρὰ Καλλιμάχῳ. | ] |
| alpha | 4259 | [ | Ἀστυάγης, γραμματικός. Τέχνην γραμματικὴν, Περὶ διαλέκτων, Περὶ μέτρων, Κανόνας ὀνοματικοὺς, καὶ εἰς Καλλίμαχον [+] τὸν ποιητὴν ὑπόμνημα. | ] |
| alpha | 4272 | [ | Ἄστυρον: πόλιν. ὅς τ’ ὤκιστος ἐς ἄστυρον ἀγγελιώτης. Καλλίμαχος. | ] |
| gamma | 155 | [ | Γέντα: τὰ μέλη· γέντα βοὸς μέλδοντες. Καλλίμαχος. | ] |
| delta | 56 | [ | Δανά· τὰ ξηρὰ ξύλα. τὸ δα μακρόν. Καλλίμαχος· δανὰ ξύλα κεάσαι. τουτέστι σχίσαι. | ] |
| delta | 340 | [ | Δεινόν· δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖν’ , ἐπεγείρειν. τουτέστι τὸ ἐπεγείρειν καὶ ἀνακινεῖν τὰ πάλαι συμβάντα δυσχερές· ὅμως δὲ μαθεῖν ἐπιθυμῶ τὴν αἰτίαν τῆς πηρώσεως. καὶ Καλλίμαχος· τί δάκρυον εὗδον ἐγείρεις; Ἀριστοφάνης· δεινὸν μὲν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν ἐθέλειν τ’ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον. ἀντὶ τοῦ ὠμὸν καὶ σκληρόν· μεταφορικῶς ἀπὸ τῶν ὀμφάκων. οὕτω δὲ αἱ σταφυλαὶ δριμεῖαι οὖσαι καὶ οὔπω πέπειροι καλοῦνται. ἐκ γὰρ τοῦ ἐναντίου πεπανὸν τὸ ὥριμον καὶ ἡδύ. θηλυκῶς δὲ τὰς ὄμφακας. καὶ Πλάτων ὁ κωμικὸς ἐν δράματι Ἑορταῖς· καὶ τὰς ὀφρῦς σχάσασθε καὶ τὰς ὄμφακας. ἴσον δὲ ἴσῳ φέρον, ἀντὶ τοῦ δίκαιον καὶ ἐξ ἴσου· ἀπὸ μεταφορᾶς τοῦ κιρναμένου οἴνου πρὸς ἴσον ὕδωρ. λέγει δὲ κατ’ ἴσον εἰπεῖν καὶ ἀκοῦσαι. καὶ αὖθις· ἀνθρώπους ἐσθίειν βλέποντας καὶ δεινοὺς κατὰ γαστέρα· λέγω δὴ Κλεισόφους τε καὶ Θήρωνας καὶ Στρουθίας καὶ Χαιρεφῶντας. | ] |
| delta | 1029 | [ | Διθυραμβοδιδάσκαλοι περὶ μετεώρων καὶ περὶ τῶν νεφελῶν λέγουσι πολλὰ καὶ συνθέτους δὲ λέξεις ἐποίουν καὶ ἔλεγον ἐνδιαεριαιερινηχέτους· οἷος ἦν Ἴων ὁ Χῖος, ὁ ποιητής. ἐποίησε δὲ ποίημα, οὗ ἡ ἀρχή· ἀοῖον ἠεροφοίταν ἀστέρα μῆνα μὲν ἀελίου λευκῇ πτέρυγι πρόδρομον. παίζων δὲ Ἀριστοφάνης ἀοῖον αὐτὸν ἀστέρα φησὶ κληθῆναι. περιβόητος δὲ ἐγένετο. ἔγραψε δὲ κωμῳδίας καὶ ἐπιγράμματα· καταλογάδην καὶ Πρεσβευτικὸν λεγόμενον. καὶ Σωκράτους τοῦ φιλοσόφου ἐστὶ λόγος εἰς αὐτόν. καὶ Καλλίμαχος ἐν Χωλιάμβοις μέμνηται αὐτοῦ, ὅτι πολλὰ ἔγραψε. | ] |
| delta | 1566 | [ | Δύη· ἡ κακοπάθεια, ἡ δυστυχία. ὅθεν καὶ δοῦλος, δυηλός τις ὤν. Καλλίμαχος· δύην ἀπόθεστ’ ἀλάλκοι. ἣν οὐδεὶς ποθεῖ. ἐν Μύθοις· τοὔνεκα τὴν ἰδίην οὔτις ὄπωπε δύην. | ] |
| alphaiota | 137 | [ | Αἴθ’ ὄφελες θανεῖν ἢ πανύστατον ὀρχήσασθαι· ἐπειδὴ τὴν γλαῦκα ὅταν λάβωσι τὰ παιδία περιάγουσιν· ἡ δὲ μὴ βλέπουσα δι’ ἡμέρας ὥσπερ ὀρχεῖται. ἢ ὅταν πληγῇ τελευτῶσα στρέφεται ὥσπερ ὀρχουμένη. Καλλίμαχος ἐν Ἑκάλῃ λέγει περὶ αὐτῆς. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: