Hadrian) - urn:cts:greekLit:tlg0195sovereign (Wikidata)
politician (Wikidata)
military personnel (Wikidata)
poet (Wikidata)
| alpha | 527 | [ | Ἀδριανός· βασιλεὺς Ῥωμαίων. ἦν δὲ τὸ γένος βουλευτοῦ πατρὸς ἐστρατηγηκότος Ἄφρου· οὕτω γὰρ ὠνομάζετο· φύσιν δὲ φιλολόγος ἐν ἑκατέρᾳ τῇ γλώσσῃ· καί τινα πεζὰ καὶ ἐν ἔπεσι ποιήματα παντοδαπὰ κατέλιπε. φιλοτιμίᾳ τε γὰρ ἀπλήστως ἐχρῆτο καὶ κατὰ τοῦτο καὶ τ ἄλλα πάντα καὶ τὰ βραχύτατα ἐπετήδευε· καὶ γὰρ ἔπλασσε καὶ ἔγραφε καὶ οὐδὲν ὁ τι οὐ καὶ εἰρηνικὸν καὶ πολεμικὸν καὶ βασιλικὸν καὶ ἰδιωτικὸν εἰδέναι ἔλεγε. καὶ τοῦτο μὲν οὐδέν που τοὺς ἀνθρώπους ἔβλαπτεν· ὁ δὲ δὴ φθόνος αὐτῷ δεινότατος ἐς πάντας τούς τινι προέχοντας ὢν πολλοὺς μὲν καθεῖλε, συχνούς δὲ ἀπώλεσε. βουλόμενος γὰρ πάντων ἐν πᾶσι περιεῖναι ἐμίσει τοὺς ἔν τινι ὑπεραίροντας. κἀκ τούτου καὶ τὸν Φαβωρῖνον Γαλάτην τόν τε Διονύσιον τὸν Μιλήσιον τοὺς σοφιστὰς καταλύειν ἐπεχείρει τοῖς τε ἄλλοις καὶ μάλιστα τῷ τοὺς ἀνταγωνιστὰς σφῶν ἐξαίρειν, τοὺς μὲν μηδενὸς, τοὺς δὲ βραχυτάτου τινὸς ἀξίους ὄντας. οὗτος ἐν ἐπιστολῇ ἔγραψε τά τε ἄλλα μεγαλοφρονησάμενος, καὶ ἐπομόσας μήτε τι τῶν δημοσίῳ συμφερόντων ποιήσειν μήτε βουλευτήν τινα ἀποσφάξειν, καὶ ἐξώλειαν ἑαυτῷ, ἂν καὶ ὁτιοῦν αὐτῶν ἐκβῇ, προσεπαρασάμενος· ἀλλ’ ὅμως διεβλήθη εἰς πολλά. οὗτος ἦν ἡδὺς μὲν ἐντυχεῖν καὶ ἐπήνθει τις αὐτῷ χάρις, τῇ τε Λατίνων καὶ Ἑλλήνων γλώττῃ ἄριστα χρώμενος· οὐ μὴν ἐπὶ πραότητι τρόπων ἄγαν ἐθαυμάζετο, περί τε τὴν τῶν δημοσίων χρημάτων ἐσπουδακὼς ἄθροισιν. οὗτος φύσει τοιοῦτος ἦν ὥστε μὴ μόνον τοῖς ζῶσιν ἀλλὰ καὶ τοῖς τετελευτηκόσι φθονεῖν· τὸν γοῦν Ὅμηρον καταλύων Ἀντίμαχον ἀντ’ αὐτοῦ ἐσῆγεν, οὗ μηδὲ τὸ ὄνομα πολλοὶ πρότερον ἠπίσταντο. ᾖτιῶντο μὲν δὴ ταῦτά τε αὐτοῦ καὶ τὸ πάνυ ἀκριβὲς τό τε περίεργον καὶ πολύπραγμον· ἐθεράπευε δὲ αὐτὰ καὶ ἀνελάμβανε τῇ τε ἄλλῃ ἐπιμελείᾳ καὶ προνοίᾳ καὶ μεγαλοπρεπείᾳ καὶ δεξιότητι, καὶ τῷ μήτε τινὰ πόλεμον ταράξαι καὶ τοὺς ὄντας παῦσαι, μήτε τινὰ χρήματα ἀδίκως ἀφελέσθαι, καὶ πολλοῖς πολλὰ καὶ δήμοις καὶ ἰδιώταις χαρίσασθαι. ἦν δὲ περιεργότατος καὶ μαντείαις καὶ μαγγανείαις παντοδαπαῖς ἐχρῆτο. παιδικά τε αὐτοῦ ἐγεγόνει Ἀντίνοός τις· ἔκτισε δὲ πόλιν καὶ συνῴκισεν ἀπ’ αὐτοῦ τε ὠνόμασε. καί τινα ὁρῶντα Ἀντίνοον λέγειν. οὗτος ἐς Παννονίαν ἀφίκετο καὶ τὸν Ἴστρον μετὰ τῶν ὅπλων διενήξατο. καὶ τοῦτο οἱ παρόντες βάρβαροι ἐξεπλάγησαν. | ] |
| alpha | 3421 | [ | Ἀπολλώνιος ἕτερος, Τυανεὺς, φιλόσοφος νεώτερος, γεγονὼς ἐπὶ Ἀδριανοῦ τοῦ βασιλέως, ὡς Ἀγρέσφων ἐν τῷ περὶ ὁμωνύμων. | ] |
| alpha | 3868 | [ | Ἀρριανός, Nικομηδεὺς, φιλόσοφος Ἐπικτήτειος, ὁ ἐπικληθεὶς νέος Ξενοφῶν. ἦν δὲ ἐν Ῥώμη ἐπὶ Ἀδριανοῦ καὶ Μάρκου καὶ Ἀντωνίνου τῶν βασιλέων, καὶ ἀξιωμάτων μεταλαβὼν καὶ μέχρις αὐτοῦ τοῦ ὑπατεῦσαι, καθά φησιν Ἑλικώνιος, διὰ τὴν τῆς παιδείας δεξιότητα. ἔγραψε δὲ βιβλία παμπληθῆ. | ] |
| alpha | 3918 | [ | Ἀριστοκλῆς, Περγαμηνὸς, σοφιστὴς, γεγονὼς ἐπί τε Τραϊανοῦ καὶ Ἀδριανοῦ Τέχνην ῥητορικὴν, Ἐπιστολὰς, Περὶ ῥητορικῆς βιβλία εʹ, Μελέτας, Πρὸς τὸν βασιλέα ἐπὶ τῆ διανεμήσει τοῦ χρυσίου. | ] |
| alpha | 4203 | [ | Ἀσπάσιος, Βύβλιος, σοφιστὴς, συγχρονῶν Ἀριστείδῃ καὶ Ἀδριανῷ. ἔγραψε Περὶ Βύβλου, Περὶ στάσεων ἐσχηματισμένων, Μελέτας, Τέχνας, Ὑπομνήματα, Λαλιὰς, Ἐγκώμιον εἰς Ἀδριανὸν [+] τὸν βασιλέα καὶ εἰς ἄλλους τινάς. | ] |
| beta | 200 | [ | Βδέλυγμα ἐρημώσεως: τὸν Ἀδριανοῦ τοῦ βασιλέως ἀνδριάντα. ὁ γὰρ Ἀδριανὸς καθεῖλε τὴν πόλιν ἄρδην. μετὰ γὰρ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην ἐρήμωσιν ἐπὶ Ἀδριανοῦ συστάντες οἱ Ἰουδαῖοι ἐσπούδαζον ἐπὶ τὴν προτέραν ἐπανελθεῖν πολιτείαν. στασιάσαντες οὖν εἰς παντελῆ ἐρήμωσιν ἑαυτούς κατέστησαν· καὶ τὸ ἑαυτοῦ ὄνομα ἐπέθηκε τοῖς λειψάνοις τῆς πόλεως Αἰλίαν αὐτὴν προσαγορεύσας· Αἴλιος γὰρ Ἀδριανὸς ἐκαλεῖτο. | ] |
| beta | 202 | [ | Βδέλυγμα ἐρημώσεως· ὅτι Ἀντίοχος ὁ Ἐπιφανὴς, υἱὸς Σελεύκου τοῦ Φιλοπάτορος, ἀνὴρ ὑπάρχων δεινὸς καὶ πλεονέκτης· ὃς παραλαβὼν τὴν πόλιν δορυάλωτον ἀνεῖλε μυριάδας ιηʹ. κατατολμήσας οὖν καὶ εἰς τὸ ἁγίασμα εἰσελθὼν ἐν ὑπερηφανίᾳ πολλῇ καὶ στήσας βωμὸν καὶ εἴδωλον βδέλυγμα ἐρημώσεως καὶ τὸν ναὸν μιάνας δι’ ἀκαθάρτων θυσιῶν ἱερὸν Διὸς Ὀλυμπίου προσηγόρευσεν· καὶ τοὺς μὴ ἀπογευομένους τῶν χοιρείων κρεῶν ἀνῄρει. ἐφ’ οὗ καὶ οἱ ἅγιοι Μακκαβαῖοι ἀνῃρέθησαν. οἱ δὲ λέγουσιν Ἀδριανὸν στῆσαι τὸν ἀνδριάντα. ζήτει τὴν κατασκευὴν τοῦ τοιούτου ἀγάλματος ἐν τῷ Ἀντίοχος. | ] |
| delta | 1139 | [ | Διογενειανός, Ἡρακλείας Πόντου, γραμματικός, γεγονὼς ἐπὶ Ἀδριανοῦ βασιλέως. | ] |
| delta | 1140 | [ | Διογενειανός, Ἡρακλείας ἑτέρας, οὐ τῆς Πόντου, γραμματικός, γεγονὼς καὶ αὐτὸς ἐπὶ Ἀδριανοῦ βασιλέως. ἐπιστατέον δὲ μήποτέ ἐστιν ὁ ἐκ τῆς Ἀλβάκης Ἡρακλείας τῆς ἐν Καρίᾳ ἰατρός· ἦν γὰρ οὗτος παντοῖος λόγος· οὐ γὰρ εὗρον ῥητῶς τὸ ἐξ Ἡρακλείας αὐτὸν εἶναι τῆς ἐν Πόντῳ, ἀλλ’ οὕτω παρά τισι δεδόξασται. ἔστι δὲ αὐτοῦ βιβλία ταῦτα· Λέξις παντοδαπὴ κατὰ στοιχεῖον ἐν βιβλίοις εʹ· ἐπιτομὴ δέ ἐστι τῶν Παμφίλου λέξεων βιβλίων εʹ καὶ τετρακοσίων καὶ τῶν Ζωπυρίωνος· Ἐπιγραμμάτων ἀνθολόγιον, Περὶ ποταμῶν, λιμνῶν, κρηνῶν, ὀρῶν, ἀκρωρειῶν, Περὶ ποταμῶν κατὰ στοιχεῖον ἐπίτομον ἀναγραφήν, Συναγωγὴν καὶ πίνακα τῶν ἐν πάσῃ γῇ πόλεων· καὶ λοιπά. | ] |
| delta | 1150 | [ | Διόδωρος, ὁ Οὐαλέριος ἐπικληθείς, φιλόσοφος, μαθητὴς Τηλεκλέους, Ἀλεξανδρεύς, υἱὸς Πωλίωνος τοῦ φιλοσόφου, τοῦ γράψαντος τὴν Ἀττικὴν λέξιν· γεγονὼς ἐπὶ τοῦ Καίσαρος Ἀδριανοῦ. | ] |
| delta | 1171 | [ | Διονύσιος, Ἁλικαρνασεύς, γεγονὼς ἐπὶ Ἀδριανοῦ Καίσαρος, σοφιστής, καὶ Μουσικὸς κληθεὶς διὰ τὸ πλεῖστον ἀσκηθῆναι τὰ τῆς μουσικῆς. ἔγραψε δὲ Ῥυθμικῶν ὑπομνημάτων βιβλία κδʹ, Μουσικῆς ἱστορίας βιβλία λϛʹ· ἐν δὲ τούτοις αὐλητῶν καὶ κιθαρῳδῶν καὶ ποιητῶν παντοίων μέμνηται· Μουσικῆς παιδείας ἢ διατριβῶν βιβλία κβʹ, Τίνα μουσικῶς εἴρηται ἐν τῇ Πλάτωνος [+] Πολιτείᾳ βιβλία εʹ. | ] |
| delta | 1174 | [ | Διονύσιος, Ἀλεξάνδρου, Ἁλικαρνασσεύς, ῥήτωρ, καὶ παντοίως λόγιος· γέγονε δὲ ἐπὶ Καίσαρος τοῦ Σεβαστοῦ, πρόγονος τοῦ ἐπὶ Ἀδριανοῦ γεγονότος Ἀττικιστοῦ. | ] |
| delta | 1352 | [ | Δομετιανός, βασιλεὺς Ῥωμαίων, ἀδελφὸς Τίτου, οὗ διάδοχος γενόμενος οὐ τὴν πατρικὴν καὶ ἀδελφικὴν ἐζήλωσεν ἄριστον πολιτείαν, ἀλλὰ τὴν Τιβερίου καὶ Νέρωνος ἀνοσιουργίαν ἐκ διαμέτρου. καὶ δὴ πᾶν εἶδος κακίας ἐπελθὼν μιαιφονίας τε καὶ γυναικομανίας ἅμα καὶ ἀνδρομανίας ἀνάπλεως γενόμενος ἑαυτὸν ὁ ἄθεος τελευταῖον ἀπεθέωσε. κἀντεῦθεν οὖν ἔχθιστον ἅπασι καὶ ἀπόβλητον διὰ τὸ φονικόν τε καὶ θηριῶδες τῆς μιαρᾶς γνώμης ἑαυτὸν ὁ τάλας ἀποφήνας, εἰκότως μάλα τὰ ἐπίχειρα τῆς οἰκείας δυσμενείας κομισάμενος αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ βέβηλον καταστρέφει βίον. οὗτος σὺν τῷ βασκάνῳ δαίμονι νεμεσήσας τῷ ἀδελφῷ τοῦτον ἀναιρεῖ φαρμάκῳ, ἔρωτι τῆς ἀρχῆς. καὶ πονηρῶς τὰ πράγματα Ῥωμαίων διαθεὶς οὐδὲν ὠμότητος οὐδὲ πλεονεξίας οὐδὲ φονικῆς ἐνεργείας ἢ ἑτέρου τινὸς παραλέλοιπεν εἶδος ἢ σπούδασμα, μετὰ τοῦ καὶ ἀκρατὴς εἶναι καὶ ἀκόλαστος τὰ περὶ τὸ σῶμα. οὗτος καὶ Νέρβαν μετέστησεν ὡς ἐπιβουλεύοντα τῇ βασιλείᾳ, καὶ Ἀπολλώνιον τὸν Τυανέα ὡς φίλον Νέρβᾳ, συλλαβὼν ἀπέκειρε καὶ δέσμιον εἰς δικαστήριον ἤγαγε. καὶ ἐπεὶ ὁ φιλόσοφος οὐκ ἐνεδίδου ἐπεγγελῶν τὰ γινόμενα παρ’ αὐτοῦ καὶ ἐπιπλήττων τοῖς πραττομένοις, αἰσχυνθεὶς διαφῆκεν αὐτόν. τότε φασὶ καὶ τὸ πολυθρύλητον ἔπος εἰπεῖν τὸν Ἀπολλώνιον· οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι· ἄφαντον γενέσθαι παραχρῆμα. οὗτος καὶ τοὺς φιλοσόφους καὶ μαθηματικοὺς ἐφυγάδευσεν ἀπὸ Ῥώμης. ἐπὶ τούτου καὶ Ἰωάννης ὁ Εὐαγγελιστὴς εἰς Πάτμον ἐξορίζεται. καὶ τοὺς ἀπὸ τοῦ γένους Δαβὶδ ἀναιρεῖσθαι προσέταξε, καὶ Χριστιανοὶ πολλοὶ ἐπ’ αὐτοῦ μαρτυροῦσι. Νέρβας δὲ ἀπολύει τῆς ἐξορίας Ἰωάννην τὸν Θεολόγον. Ἀδριανὸς δὲ πολλὰ ἀνορθώσας καὶ Λαζοῖς ἤτοι Κόλχοις βασιλέα ἐπέστησεν. οὐκ εὐβούλως δὲ τῆς Μεσοποταμίας παραχωρεῖ Πέρσαις δεηθεῖσιν αὐτοῦ, κτηθείσης ὑπὸ Τραιανοῦ Ῥωμαίοις, καὶ τὸν Εὐφράτην ὅρον ποιεῖται τῆς ἀρχῆς. οὗτος διὰ τὸ φονικὸν καὶ θηριῶδες ἔχθιστος ὢν πρὸς τῶν οἰκείων συστάντων ἐπ’ αὐτῷ κατακτείνεται καὶ παρασκευασαμένους εἰσπέμψαι ξὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον· καὶ τοῦτον προσπεσόντα Δομετιανῷ καθεύδοντι τὸ μεθημερινὸν πατάξαι μέν, οὐ μὴν καιρίαν, ἀναπηδήσαντος γοῦν ἐκείνου. | ] |
| alphaiota | 178 | [ | Αἰλιανός, ἀπὸ Πραινεστοῦ τῆς Ἰταλίας, ἀρχιερεὺς καὶ σοφιστής, ὁ χρηματίσας Κλαύδιος· ὃς ἐπεκλήθη μελίγλωσσος ἢ μελίφθογγος· καὶ ἐσοφίστευσεν ἐν Ῥώμῃ αὐτῇ ἐπὶ τῶν μετὰ Ἀδριανὸν χρόνων. | ] |
| alphaiota | 183 | [ | Αἴλιος Ἀδριανός· ζήτει ἐν τῷ βδέλυγμα ἐρημώσεως. | ] |
| epsilon | 3045 | [ | Ἕρμιππος, Βηρύτιος, ἀπὸ κώμης μεσογαίου, μαθητὴς Φίλωνος τοῦ Βυβλίου· ὑφ’ οὗ ᾠκειώθη Ἐρεννίῳ Σευήρῳ ἐπὶ Ἀδριανοῦ τοῦ βασιλέως, ἔκδουλος ὢν γένος, λόγιος σφόδρα· καὶ ἔγραψε πολλά. ἔγραψε καὶ περὶ ὀνείρων. | ] |
| zeta | 73 | [ | Ζηνόβιος, σοφιστής, παιδεύσας ἐν Ῥώμῃ ἐπὶ Ἀδριανοῦ Καίσαρος. ἔγραψεν Ἐπιτομὴν τῶν παροιμιῶν Διδύμου καὶ Ταρραίου ἐν βιβλίοις τρισί, Μετάφρασιν Ἑλληνικῶς τῶν Ἱστοριῶν Σαλουστίου τοῦ Ῥωμαϊκοῦ ἱστορικοῦ καὶ τῶν καλουμένων αὐτοῦ Βελῶν, Γενεθλιακὸν εἰς Ἀδριανὸν Καίσαρα· καὶ ἄλλα. | ] |
| eta | 545 | [ | Ἡρώδης, Ἰούλιος χρηματίσας, υἱὸς Ἀττικοῦ τοῦ Πλουτάρχου, γένος Αἰακίδης, Ἀθηναῖος, τῶν δήμων Μαραθώνιος, σοφιστής, πλούσιος ἐκ θησαυροῦ γενόμενος σφόδρα, ὥστε καὶ στάδιον κατεσκευάσατο Ἀθηναίοις καὶ θέατρον ὑπωρόφιον. ἦρξε τῆς Ἀσίας ὁ αὐτοῦ πατὴρ καὶ τοῖς δισυπάτοις συγκατελέχθη. ἦν δὲ ἐπί τε Τραϊανοῦ καὶ Ἀδριανοῦ καὶ Μάρκου Ἀντωνίνου τῶν αὐτοκρατόρων, διδαχθεὶς ὑπὸ Φαβωρίνῳ καὶ Πολέμωνι. καὶ ἔγραψεν Ἐφημερίδας, σύγγραμμα πολυμαθές, καὶ ἐπιστολάς, καὶ λόγους αὐτοσχεδίους· ὧν μέμνηται Φιλόστρατος ἐν τοῖς βίοις τῶν σοφιστῶν. διεδέξατο δὲ αὐτοῦ τὴν σχολὴν Ἀδριανὸς ὁ σοφιστής. σύγχρονος δὲ ἦν Ἡρώδης Ἀριστείδῃ τῷ σοφιστῇ. φέρονται δὲ αὐτοῦ καὶ ἄλλα πλεῖστα, ἐν οἷς τὸ μεγαλοφυὲς καὶ ὑψίνουν τοῦδε τοῦ ἀνδρὸς κατανοεῖται καὶ διαδείκνυται. τελευτᾷ δὲ ἀμφὶ τὰ ἓξ καὶ ἑβδομήκοντα ἔτη ξυντακὴς γενόμενος. | ] |
| iota | 401 | [ | Ἰοβιανός, βασιλεὺς Ῥωμαίων ὀρθόδοξος, ὃς ἐπιμέλειαν καὶ φροντίδα πολλὴν ἐποιεῖτο τῶν ἐκκλησιῶν καὶ τοὺς ἐν ἐξορίαις ἐπισκόπους πάντας ἀνεκαλέσατο τῷ τε ἁγίῳ Ἀθανασίῳ ἀπέστειλε τῆς ἀμωμήτου πίστεως ἐγγράφως αὐτῷ σημᾶναι τὴν ἀκρίβειαν. ὁ δὲ ἀπέστειλεν ἐπιστολὴν πλήρη ὀρθοδοξίας. οὗτος μετὰ Ἰουλιανὸν ἦρξεν· ὃς ἡνίκα Ἰουλιανὸς αἵρεσιν τοῖς στρατευομένοις ἐτίθει, θύειν ἢ ἀποστρατεύεσθαι, μᾶλλον τὴν ζώνην ἀποθέσθαι ἐβούλετο. ἐλθὼν δὲ ἐς Νίσιβιν πόλιν πολυάνθρωπον δύο μόνον ἡμερῶν ἐνδιατρίψας αὐτῇ, ὅσα περ εἶχε χρήματα κατανάλωσε τοῖς ἐνοικοῦσι μηδενὸς μεταδοὺς ἢ λόγου φιλανθρώπου ἢ πράξεως ἀγαθῆς· ἄνθρωπος οὐ δι’ ἀρετὴν οἰκείαν, ἀλλὰ διὰ τὴν τοῦ πατρὸς δόξαν ἐς τοσοῦτον ἀρχῆς προελθών. ἦν μὲν γὰρ οὐδὲ παντάπασιν ἀσθενὴς τὸ σῶμα οὔτε πολεμικοῖς ἔργοις ἀγύμναστος· ἀμελέτητος δὲ ὢν καὶ ἄγευστος παιδεύσεως, καὶ ἣν εἶχε φύσιν διὰ ῥᾳθυμίαν ἠμαύρου καὶ ἠφάνιζεν. οὗτος μετὰ Ἰουλιανόν, ὡς εἴρηται, τῆς Ῥωμαίων βασιλείας ἐγκρατὴς γενόμενος, πάντων καταφρονήσας ἐσπούδαζε τοῦ συμβάντος αὐτῷ ἀξιώματος ἀπολαῦσαι, καὶ φεύγων ἐκ Περσίδος ἔσπευδε γενέσθαι τῶν Ῥωμαϊκῶν ἐθῶν ἐντὸς εἰς ἐπίδειξιν τῆς τύχης, καὶ τὴν Νίσιβιν πόλιν τοῖς Πέρσαις, πάλαι Ῥωμαίοις οὖσαν κατήκοον, ἐκδίδωσιν. ἀπέσκωπτον οὖν αὐτὸν ᾠδαῖς καὶ παρῳδίαις καὶ τοῖς καλουμένοις φαμώσσοις, διὰ τὴν τῆς Νισίβιδος προδοσίαν. ὁ δὲ Ἰοβιανός, ἐκ τῆς γυναικὸς αὐτοῦ κινηθεὶς τὸν ὑπὸ Ἀδριανοῦ τοῦ βασιλέως κτισθέντα ναὸν χαριέστατον ἐς ἀποθέωσιν τοῦ πατρὸς Τραϊανοῦ, παρὰ δὲ τοῦ Ἰουλιανοῦ κατασταθέντα βιβλιοθήκην εὐνούχῳ τινὶ Θεοφίλῳ, κατέφλεξε σὺν πᾶσιν οἷς εἶχε βιβλίοις, αὐτῶν τῶν παλλακίδων ὑφαπτουσῶν μετὰ γέλωτος τὴν πυράν. οἱ δὲ Ἀντιοχεῖς ἠγανάκτησαν κατὰ τοῦ βασιλέως καὶ τὰ μὲν ἀπέρριπτον τῶν βιβλίων ἐς τὸ ἔδαφος, ὥστε ἀναίρεσθαι τὸν βουλόμενον καὶ ἀναγινώσκειν, τὰ δὲ τοῖς τοίχοις προσεκόλλιζον. ἦν δὲ τοιαῦτα· ἤλυθες ἐκ πολέμου, ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι· καί, Δύσπαρι, εἶδος ἄριστε· καὶ τὰ ἑξῆς. καί, εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, χλαῖνάν τ’ ἠδὲ χιτῶνα, τά τ’ αἰδῶ ἀμφικαλύπτει, αὐτὸν δὲ κλαίοντα θοῶς ἐπὶ Πέρσας ἀφήσω. γραῦς δέ τις μέγαν καὶ καλὸν αὐτὸν θεασαμένη μαθοῦσά τε ἀνόητον εἶναι ἐφθέγξατο· ὅσον μῆκος καὶ βάθος ἡ μωρία. καὶ ἄλλος δὲ ἰδιώτης ἀποτολμήσας, μεγάλῃ τῇ φωνῇ βοήσας ἐν τῷ ἱπποδρομίῳ γέλωτα παρέσχε πᾶσιν εἰπὼν κενὰ καὶ ψυχρὰ τῇ ἡλικίᾳ αὐτοῦ. καὶ ἐπράχθη ἂν ἄτοπα, εἰ μὴ Σαλούστιός τις ἔπαυσε τὴν στάσιν. ὁ δὲ Ἰοβιανὸς χειμῶνος ὄντος ὡδοιπόρει ἐπὶ Κιλικίαν καὶ Γαλατίαν καὶ ἐν Δαδαστάνοις ἀπέθανε μύκητα πεφαρμαγμένον φαγών. κατὰ δὲ τὴν ἡγεμονίαν κοινὸς καὶ ἐλευθέριος ἔδοξεν εἶναι. ὅτι ἐπὶ Ἰοβιανοῦ ἦν Ἀκάκιος ἐπίσκοπος Καισαρείας Παλαιστίνης, ὃς λίβελλον ἔγραψε περὶ ὀρθοδόξου πίστεως, ἀποδεχόμενος τὴν ἐν Νικαίᾳ σύνοδον. | ] |
| theta | 151 | [ | Θεόδωρος, Γαδαρεύς, σοφιστής, ἀπὸ δούλων, διδάσκαλος γεγονὼς Τιβερίου Καίσαρος. ἐπεὶ δὲ συνεκρίθη περὶ σοφιστικῆς ἀγωνισάμενος Ποτάμωνι καὶ Ἀντιπάτρῳ ἐν αὐτῇ τῇ Ῥώμῃ, ἐπὶ Ἀδριανοῦ Καίσαρος ὁ υἱὸς αὐτοῦ Ἀντώνιος συγκλητικὸς ἐγένετο. βιβλία δὲ ἔγραψε Περὶ τῶν ἐν φωναῖς ζητουμένων γʹ, Περὶ ἱστορίας αʹ, Περὶ θέσεως ἕν, Περὶ διαλέκτων ὁμοιότητος καὶ ἀποδείξεως βʹ, Περὶ πολιτείας βʹ, Περὶ Κοίλης Συρίας αʹ, Περὶ ῥήτορος δυνάμεως αʹ, καὶ ἄλλα. | ] |
| kappa | 454 | [ | Κάσιον ὄρος· πρὸς τῷ Εὐφράτῃ. καὶ Κάσιος Ζεύς· ἔνθα Τραιανὸς ἀνέθηκε κρατῆρας ἀργυροῦς καὶ κέρας βοὸς παμμέγεθες κεχρυσωμένον, ἀκροθίνια τῆς κατὰ Γετῶν νίκης. καὶ ἐπιγράμματα ἐν τοῖς ἀναθήμασιν Ἀδριανῷ πεποιημένα· Ζηνὶ τάδ’ Αἰνεάδης Κασίῳ Τραϊανὸς ἄγαλμα, κοίρανος ἀνθρώπων κοιράνῳ ἀθανάτων ἄνθετο. ὅτι οἱ Κάσιοι Πηλουσιῶται φυσικῇ τέχνῃ ἅμματα ἔπλεκον δοκοὺς ἐπὶ δοκοῖς συνάπτοντες. καὶ Κασιώτῃ ἴσον ἅμματα, δεσμά. ἐν Ἐπιγράμμασι· χρύσεος ἀψαύστοιο διέτμαγεν ἅμμα κορίας Ζεύς, διαδὺς Δανάας χαλκελάτους θαλάμους. | ] |
| kappa | 1165 | [ | Κεκίλιος, Σικελιώτης, Καλλατιανός· Κάλλαντις δὲ πόλις Σικελίας· ῥήτωρ, σοφιστεύσας ἐν Ῥώμῃ ἐπὶ τοῦ Σεβαστοῦ Καίσαρος καὶ ἕως Ἀδριανοῦ, καὶ ἀπὸ δούλων, ὥς τινες ἱστορήκασι, καὶ πρότερον μὲν καλούμενος Ἀρχάγαθος, τὴν δὲ δόξαν Ἰουδαῖος. βιβλία δὲ αὐτοῦ πολλά· Κατὰ Φρυγῶν δύο· ἔστι δὲ κατὰ στοιχεῖον. Ἀπόδειξις τοῦ εἰρῆσθαι πᾶσαν λέξιν καλλιρρημοσύνης· ἔστι δὲ ἐκλογὴ λέξεων κατὰ στοιχεῖον· Σύγκρισις Δημοσθένους [+] καὶ Κικέρωνος [+]· Τίνι διαφέρει ὁ Ἀττικὸς ζῆλος τοῦ Ἀσιανοῦ· Περὶ τοῦ χαρακτῆρος τῶν δέκα ῥητόρων· Σύγκρισις Δημοσθένους [+] καὶ Αἰσχίνου· Περὶ Δημοσθένους [+], ποῖοι αὐτοῦ γνήσιοι λόγοι καὶ ποῖοι νόθοι· Περὶ τῶν κατὰ ἱστορίαν ἢ παρὰ ἱστορίαν εἰρημένων τοῖς ῥήτορσι· καὶ ἄλλα πλεῖστα. πῶς δὲ Ἰουδαῖος τοῦτο θαυμάζω· Ἰουδαῖος σοφὸς τὰ Ἑλληνικά. | ] |
| kappa | 1449 | [ | Κεφαλίων ἢ Κεφάλων, Γεργίθιος, ῥήτωρ καὶ ἱστορικός, γεγονὼς ἐπὶ Ἀδριανοῦ. ἔφυγε δὲ τὴν πατρίδα δι’ ἀπέχθειαν δυναστῶν καὶ ἐβίω ἐν Σικελίᾳ. ἔγραψε παντοδαπὰς ἱστορίας ἐν βιβλίοις θʹ, ἅτινα ἐπιγράφει Μούσας, Ἰάδι διαλέκτῳ· Μελέτας τε ῥητορικὰς καὶ ἄλλα τινά. | ] |
| lambda | 670 | [ | Λολλιανός, Ἐφέσιος, σοφιστής, μαθητὴς Ἰσαίου τοῦ Ἀσσυρίου· γεγονὼς ἐπὶ Ἀδριανοῦ τοῦ Καίσαρος. ἔγραψε πολλά. | ] |
| mu | 204 | [ | Μάρκελλος, Περγαμηνός, ῥήτωρ. ἔγραψε βιβλίον Ἀδριανὸν [+] ἢ περὶ βασιλείας. | ] |
| mu | 215 | [ | Μάρκος, βασιλεὺς Ῥωμαίων· ὃν ἐκπλήττεσθαι ἐν σιωπῇ μᾶλλον ἢ ἐπαινεῖν ῥᾴδιον, οὐδενὸς λόγου ταῖς τοῦ ἀνδρὸς ἀρεταῖς ἐξισουμένου. ἐκ πρώτης γὰρ ἤδη τῆς ἡλικίας εὐσταθῆ τε καὶ ἡσύχιον βίον ὑποστησάμενος οὔτε κατὰ δέος οὔτε καθ’ ἡδονὴν τραπεὶς τὸ πρόσωπον ὤφθη πώποτε. ἐπαινεῖ δὲ τῶν φιλοσόφων τοὺς ἀπὸ τῆς Στοᾶς καὶ ἦν ἄρα ἐκείνων μιμητὴς οὐ μόνον κατὰ τὴν τῶν διαιτημάτων ἐπιτήδευσιν, ἀλλὰ καὶ κατὰ τὴν τῶν μαθημάτων σύλληψιν. οὕτω γοῦν ἐκ νέας κομιδῆ τῆς ἡλικίας ἐξέλαμπεν, ὡς πολλάκις τὸν Ἀδριανὸν ἐπὶ τοῦτον ἐθελῆσαι τὸν τῆς βασιλείας ἀγαγεῖν κλῆρον. ἐπεὶ δὲ ἔφθασε τὸν Εὐσεβῆ πρότερον κατὰ νόμον ποιησάμενος, ἐκείνῳ μὲν τὴν ἑαυτοῦ διαδοχὴν ἐφύλαξε, τοῦτον δὲ συνοικεῖν ἔγνω διὰ τῆς ἐπιγαμίας τῷ Εὐσεβεῖ, ὡς ἂν κατὰ τὴν τοῦ γένους διαδοχὴν ἐς τὴν ἡγεμονίαν παρέλθοι. τόν τε γοῦν ἰδιώτην βίον ἐν ἰσηγορίᾳ τοῖς πολλοῖς Ῥωμαίοις ἐβίω, οὐδὲν τῇ ἐσποιήσει τοῦ γένους ἀλλοιωθείς. καὶ ἐπεὶ παρῆλθεν ἐς τὴν ἡγεμονίαν, κατὰ μοναρχίαν ἐξηγούμενος καὶ τὴν ἄκραν δυναστείαν καρπούμενος πρὸς οὐδεμίαν ἀλαζονείαν ὑπήχθη πώποτε, ἀλλ’ ἦν ἐλεύθερος μὲν καὶ δαψιλὴς ἐν τοῖς εὐεργετήμασιν, ἀγαθὸς δὲ καὶ μέτριος ἐν ταῖς τῶν ἐθνῶν διοικήσεσι. | ] |
| mu | 668 | [ | Μεσομήδης, Κρής, λυρικός, γεγονὼς ἐπὶ τῶν Ἀδριανοῦ χρόνων, ἀπελεύθερος αὐτοῦ καὶ ἐν τοῖς μάλιστα φίλος. γράφει οὖν εἰς Ἀντίνοον ἔπαινον, ὃς ἦν Ἀδριανοῦ παιδικά· καὶ ἄλλα διάφορα μέλη. ὅτι Ἀντωνῖνος τὸ τοῦ Σύλλου μνημεῖον ἀναζητήσας ἐπεσκεύασε, τῷ τε Μεσομήδει τῷ τοὺς κιθαρῳδικοὺς νόμους γράψαντι κενοτάφιον ἔχωσε· τῷ μὲν ὅτι καὶ κιθαρῳδεῖν ἐμάνθανεν· ἐκείνῳ δὲ ὅτι τὴν ὠμότητα αὐτοῦ ἐζήλου. | ] |
| nu | 375 | [ | Νικάνωρ, ὁ Ἑρμείου, Ἀλεξανδρεύς, γραμματικός, γεγονὼς ἐπὶ Ἀδριανοῦ τοῦ Καίσαρος, ὅτε καὶ Ἕρμιππος ὁ Βηρύτιος. Περὶ στιγμῆς τῆς παρ’ Ὁμήρῳ [+] καὶ τῆς ἐξ αὐτῶν διαφορᾶς ἐν τῇ διανοίᾳ, Περὶ στιγμῆς τῆς καθόλου βιβλία ϛʹ, Ἐπιτομὴν τούτων βιβλίον αʹ, Περὶ στιγμῆς τῆς παρὰ Καλλιμάχῳ [+], Κωμῳδούμενα, Περὶ ναυστάθμου, Περὶ τοῦ ὦναξ, Περὶ στιγμῆς· καὶ ἄλλα. ἐφ’ ᾗ πραγματείᾳ σκωπτόμενος πρός τινων Στιγματίας ἐκαλεῖτο· οὐ γὰρ δήπου ὡς δοῦλος οὕτως ἐσκώπτετο. | ] |
| nu | 518 | [ | Νουμήνιος, ῥήτωρ. Περὶ τῶν τῆς λέξεως σχημάτων, Ὑποθέσεις τῶν Θουκυδίδου [+] καὶ Δημοσθένους [+], Χρειῶν συναγωγήν, Ἀδριανῷ [+] παραμυθητικὸν εἰς Ἀντίνοον. | ] |
| omega | 189 | [ | Ὠρίων, Ἀλεξανδρεύς, γραμματικός. Ἀνθολόγιον, Ἀττικῶν λέξεων συναγωγήν, Περὶ ἐτυμολογίας, Ἐγκώμιον Ἀδριανοῦ [+] τοῦ Καίσαρος [+]. | ] |
The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).
This is the first version of the Catalog, which includes the entries of the first, second, and third volume of the Adler edition (praefatio, alpha, beta, gamma, delta, alphaiota, zeta, eta, iota, theta, kappa, lambda, mu, nu, xi, omicron, omega), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.
Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.
The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever: