Digital Suda
Suidae Lexicon edidit Ada Adler

Authors Catalog

Xenophon (Xenophon) - urn:cts:greekLit:tlg0032

Place of birth (Wikidata Statement)

Erchia (Wikidata) (Pleiades)

Place of death (Wikidata Statement)

Corinth (Wikidata)

Occupations (Wikidata Statement)

historian (Wikidata)

mercenary (Wikidata)

philosopher (Wikidata)

military personnel (Wikidata)

writer (Wikidata)

Works

urn:cts:greekLit:tlg0032.suda001 - Anabasis
urn:cts:greekLit:tlg0032.suda002 - Hellenica
urn:cts:greekLit:tlg0032.suda003 - Hiero
urn:cts:greekLit:tlg0032.suda004 - Cyropaedia
urn:cts:greekLit:tlg0032.suda005 - Oeconomicus
urn:cts:greekLit:tlg0032.suda006 - Memorabilia

alpha 108[ Ἀγαθά· ἐπὶ τῶν πρὸς ἀπόλαυσιν καὶ εὐωχίαν σιτίων καὶ ποτῶν ἐχρήσατο Ξενοφῶν τῇ λέξει. καὶ Ἀγαθὰ Κιλίκων, λείπει τὸ ἔχει. Κιλίκων δὲ ὄνομα κύριον. εὔπορος δὲ ἦν. ]
alpha 168[ Ἀγασθῶ τινι: ἀντὶ τοῦ θαυμάσω τινά. Ξενοφῶν· ὅταν τινὶ ἀγασθῶ τῶν στρατιωτῶν. ]
alpha 250[ Ἀγκράτος ἐλαύνοντα: Ξενοφῶν, ἀντὶ τοῦ πάνυ ἐλαύνοντα. ]
alpha 269[ Ἀγλευκές: τὸ ἀηδές. Ξενοφῶν εἴρηκεν ἐν τῷ Οἰκονομικῷ. δοκεῖ δὲ ξενικὸν εἶναι τὸ ὄνομα, Σικελικόν· πολὺ γοῦν ἐστὶ πάλιν παρὰ Ῥίνθωνι. καὶ Ἀγλευκέστερον, ἀντὶ τοῦ ἀηδέστερον. Ξενοφῶν Ἱέρωνι. ]
alpha 322[ Ἀγώγιον: τὸ ἀγόμενον βάρος ἐπὶ τῆς ἁμάξης. οὕτως Ξενοφῶν. ]
alpha 330[ Ἀγωνίᾳ: Ξενοφῶν ἀντὶ τοῦ ἀγῶνι. ]
alpha 382[ Ἀγυιάν: τὸν στενωπὸν Ξενοφῶν. καὶ ὅλως πολλὰ τὰ γλωσσηματικὰ παρ’ αὐτῷ. ]
alpha 964[ Ἄκρατος· Ξενοφῶν· πάνυ δὲ ἦν ὁ οἶνος ἄκρατος, εἰ μή τις ὕδωρ ἐπιχέοι. καὶ αὖθις· ἡ τρὶς ἐφεξῆς εἰδυῖα ἀκρήτου χειλοποτεῖν κύλικα. ]
alpha 1027[ Ἀκρώνυξ: τὸ ἄκρον τοῦ ὄνυχος καὶ τὸ ἄκρον τοῦ ὄρους. καὶ Ἀκρωνυχία ὁμοίως. ὁ δὲ φυλακῇ τινι ἐπὶ τῆς ἀκρωνυχίας ἐντυχὼν, ταύτῃ αἰφνιδίῳ προσβολῇ ἐτρέψατο. ἔστι δὲ καὶ Ἀκρωνυχία, ἡ ἀκρώρεια τοῦ ὄρους. καὶ Ξενοφῶν· ἐπεὶ δὲ ἑώρα Χειρίσοφος προκατειλημμένην τὴν ἀκρωνυχίαν τοῦ ὄρους, ἀφ’ ἧς ἡ κατάβασις ἦν εἰς τὸ πεδίον. ἐνδοτέρω χωρούντων ἀκρωνυχία ὄρους ἐπανίστατο. ]
alpha 1111[ Ἀλεεινός: θερινός, θερμός. Ξενοφῶν· χιόνος δὲ ἐπιπεπτωκυίας ὄκνος ἦν πολὸς ἀνίστασθαι. κατακειμένων δὲ ἀλεεινὸς ἦν ὁ χειμών, ὅτῳ μὴ παραρρυείη. ]
alpha 1130[ Ἀλέξασθαι: ἐπαμύνειν. Ξενοφῶν· πολὺ γὰρ διέφερεν ἐκ χώρας ὁρμωμένους ἀλέξασθαὶ ἢ προπορευομένους ἐπιοῦσι τοῖς πολεμίοις μάχεσθαι. ]
alpha 1456[ Ἀλφιτοσιτῶ. καὶ γὰρ ὅστις ἀλφιτοσιτεῖ, ὕδατι μεμιγμένην ἀεὶ τὴν μάζαν ἐσθίει. Ξενοφῶν. ]
alpha 1515[ Ἄμαχος: ἀντὶ τοῦ μὴ μαχόμενος. Ξενοφῶν. καὶ Ἀμάχητοι, οἱ μήπω μεμαχημένοι. ]
alpha 1532[ Ἀμβολὰς γῆ. ἡ ὑπὸ τοῦ ὀρύγματος ὑψωθεῖσα. Ξενοφῶν· ὁ δὲ Κῦρος πύργους ἐποίει ἐπὶ τῆς ἀμβολάδος γῆς, ὅπως ὅτι πλεῖστα φυλακτήρια εἴη. ζήτει ἐν τῷ δακνόμενος, ὅτι τὸ οἰκοδομεῖν καὶ ἵππους τρέφειν καὶ ἀμβολὰς ποιεῖν ἐδόκει τοῖς Λάκωσι δαπανηρὰ εἶναι. ]
alpha 1586[ Ἀμηχάνητοι: ἀντὶ τοῦ πολλοί. Ξενοφῶν. ]
alpha 1601[ Ἅμιπποι: κατὰ μὲν Ἰσαῖον οἱ σὺν ἵπποις στρατευόμενοι. οἱ δέ φασιν ὅτι ζεύγνυνται μέν τινες ἵπποι, καὶ ὁ ἐπελαύνων αὐτούς, τοῦ μὲν ἐποχεῖται, τὸν δὲ παρέλκεται· καὶ καλοῦνται οὗτοι ἅμιπποι. πεζοὺς δὲ τοὺς ἁμίππους Θυυκυδίδης καὶ Ξενοφῶν ὑποδηλοῦσι. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσι τεταγμένοι. ]
alpha 1741[ Ἀμφιλεξάντων: ἀντὶ τοῦ ἀμφισβητησάντων καὶ διενεχθέντων. οὕτως Ξενοφῶν. ἀμφιλεξάντων δε τι ἐνταῦθα τῶν τε τοῦ Μένωνος στρατιωτῶν καί τοῦ Κλεάρχου. ]
alpha 1803[ Ἀναβεβαμένοι: ἀντὶ τοῦ ἀναβάτην ἔχοντες. οὕτως Ξενοφῶν. ]
alpha 1816[ Ἀναγαγών: ἀντὶ τοῦ ἀπαγαγών. Ξενοφῶν. ]
alpha 1840[ Ἀναγώνιστος: ὁ μὴ ἀγωνισάμενος. Ξενοφῶν. ]
alpha 1870[ Ἀναθέντας: ἀντὶ τοῦ ἐπιθέντας. Ξενοφῶν. ]
alpha 1925[ Ἀνακοινώσασθαι καὶ Ἀνακοινῶσαι: ἄμφω λέγουσι. Ξενοφῶν δὲ καὶ ἀνεξυνοῦτο εἴρηκεν ἐν ταῖς Ἑλληνικαῖς. ]
alpha 1992[ Ἀνάξοιτο: ἀνασχήσοιτο. Ξενοφῶν. ]
alpha 2065[ Ἀνά: σημαίνει καὶ τὸ κατά. Ξενοφῶν· ἐλαύνων ἀνὰ κράτος ἱδροῦντι τῷ ἵππῳ. ]
alpha 2129[ Ἀναχάζοντες: ἀναχωροῦντες. Ξενοφῶν· ἐπιδιώκοντες καὶ πάλιν ἀναχάζοντες. ὀπίσω πορευόμενοι. ]
alpha 2137[ Ἀναχωρίζει· ἀντὶ τοῦ ἀναχωρεῖν ποιεῖ. Ξενοφῶν. ]
alpha 2207[ Ἀνέβαλλεν· Ξενοφῶν· ὁ δὲ Τηρίβαζος φίλος ἦν τῷ βασιλεῖ, καὶ, ὁπότε παρείη, οὐδεὶς ἄλλος βασιλέα ἐπὶ τὸν ἵππον ἀνέβαλλεν. ἀντὶ τοῦ ἀνεβίβαζεν. ]
alpha 2281[ Ἀνεξυνοῦτο: ἀνεκοινοῦτο. Ξενοφῶν. ]
alpha 2382[ Ἀνεῖν· Ξενοφῶν. ἐν γὰρ τοῖς τοιούτοις οἱ ἀγαθοὶ ἐπιπονεῖν ἐθέλουσι καὶ ἀνεῖν. ]
alpha 2494[ Ἀνθέων: τὴν γενικὴν ὁμοίως τοῖς Ἴωσιν οἱ Ἀττικοί. Ἕρμιππος Ἀθηνᾶς Γοναῖς· κηροσπάθητον ἀνθέων ὕφασμα καινὸν ὡρῶν. καὶ ἐν τοῖς ἐξῆς· λεπτοὺς διαψαίρουσα πέπλους ἀνθέων γέμοντας. καὶ Ἀρισταγόρας Μαμμακύθῳ. οὕτως δὲ καὶ βελέων καὶ ὀρέων καὶ ἕτερα πλείονα Ξενοφῶν διαιρεῖ. ]
alpha 2508[ Ἀνθηρά· Ξενοφῶν· ὥσπερ ἐν τοῖς μουσικοῖς τὰ νέα καὶ τὰ ἀνθηρὰ εὐδοκιμεῖν. τῶν ὀρνέων τὰ μὲν χρήσιμα καὶ ἀνθηρὰ κατὰ τοὺς οἴκους ἀνατρέφομεν, τὰ δὲ μὴ ἀνθηρὰ ἐσθίομεν. Ἀριστοφάνης Ἀχαρνεῦσιν· εἶδες, ὦ πᾶσα πόλι, τὸν φρόνιμον ἄνδρα, τὸν ὑπέρσοφον, οἷον ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν· ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δ’ αὖ πρέπει χλιαρὰ κατεσθίειν. ]
alpha 2543[ Ἀνὰ κράτος ἐλαύνοντα: Ξενοφῶν, ἀντὶ τοῦ πάνυ ἐλαύνοντα. ]
alpha 2546[ Ἄνοδον: ἀδιέξοδον. Ξενοφῶν· τῇ μὲν γὰρ ἄνοδον, τῇ δὲ εὔοδον εὑρήσομεν τὸ ὄρος. ]
alpha 2550[ Ἀνόκαιον: τὸ ὑπερῷον οἴκημα. Ξενοφῶν ἐν Κύρου Ἀναβάσει καὶ τὸν κωμῳδοποιὸν οἱ περὶ Ἀντιφάνην. ]
alpha 2625[ Ἀντεμπλήσαντες: ἀνταποδόντες. Ξενοφῶν· οἱ δὲ θαρρεῖν ἐκέλευον, λέγοντες ὅτι οὕτε τέκνων στερήσοιτο τήν τε οἰκίαν αὐτοῦ ἀντεμπλήσαντες τῶν ἐπιτηδείων. ]
alpha 2719[ Ἀντιποιηθέντα: φιλονεικήσαντα. δεῖ γὰρ ἀντιποιηθέντας οὐ πρότερον χαρίσασθαι θελήσαντι. καὶ Ἀντιποιούμενον· γενικῇ. ἐπιμελῶς διακείμενον. Πολύβιος· ὁ δὲ Ἄρατος κατανοῶν τὸν Ἀντίγονον πρᾶξιν ἔχοντα καὶ σύνεσιν καὶ πίστεως ἀντιποιούμενον· τοὺς δὲ βασιλεῖς φύσει μὲν οὐδένα νομίζοντας οὔτ’ ἐχθρὸν οὔτε πολέμιον ἐπεβάλετο λαλεῖν πρὸς τῶν εἰρημένων βασιλέων καὶ συμπλέκειν τὰς χεῖρας. ἀντιποιούμενοι τῆς ἀρχῆς τῷ βασιλεῖ. Ξενοφῶν. καὶ αὖθις· οὐδὲν ἀντιποιησάμενοι τῆς ἐκείνου δεήσεως. ]
alpha 2877[ Ἀπαλλάξας: ἀντὶ τοῦ πείσας ἀποστῆναι. Κρατῖνος καὶ Δημοσθένης καὶ ἄλλοι. Ἀπαλλάξαι. καὶ Ἀπαλλάξωμεν, ἀντὶ τοῦ ἀφανίσωμεν. Ξενοφῶν· τῶν ἄλλων σκευῶν τὰ περισσὰ ἀπαλλάξωμεν. καὶ Ἀπαλλάξαι, ἀντὶ τοῦ φυγαδεῦσαι. ἐδεῖτο δὲ τὸ πλῆθος προσωτάτω Ἀρμενίας ἀπαλλάξαι Ἰωτόμην, ὡς οὔποτ’ ἂν ἀποσχόμενον τοῦ νεωτερίζειν, εἰ τύχοι ὢν ἔνδημος. καὶ Ἀπαλλάττω σε κόπων. ]
alpha 2945[ Ἀπαυθημερίζειν: αὐθημερὸν ἐπανέρχεσθαι. Ξενοφῶν· ἐπεὶ δὲ τὰ ἐπιτήδεια οὐκ ἦν λαμβάνειν ὥστε ἀπαυθημερίζειν ἐπὶ τὸ στράτευμα. ]
alpha 2975[ Ἀπέδειξεν: ἀντὶ τοῦ παρέδωκε. Ξενοφῶν. ]
alpha 2987[ Ἀπεκάλει: ἀντὶ τοῦ ἐνεκάλει, μετεπέμπετο. Ξενοφῶν. ]
alpha 2995[ Ἀπεκόπησαν: ἀντὶ τοῦ ἀνεβλήθησαν. Ξενοφῶν. ]
alpha 3129[ Ἀπειργάσθαι: ἀντὶ τοῦ ἀποδεδεῖχθαι. Ξενοφῶν. ]
alpha 3274[ Ἀπόγραφος· ὁ δὲ Ὀνησίκριτος ὡς ἀπόγραφος ἐξ ἀρχετύπου δευτερεύει. τουτέστι τοῦ Ξενοφῶντος. ]
alpha 3381[ Ἀπόλεκτοι: ἐξαίρετοι. Ξενοφῶν· αἱ δὲ εἰς τοὺς δεσπότας ἀποκείμεναι ἀπόλεκτοι ἦσαν. ]
alpha 3908[ Ἀρίστιππος: Ἀριτάδου, ἀπὸ Κυρήνης, φιλόσοφος, Σωκράτους ἀκουστής· ἀφ’ οὗπερ ἡ Κυρηναϊκὴ κληθεῖσα αἵρεσις ἤρξατο. πρῶτος δὲ τῶν Σωκρατικῶν μισθοὺς ἐπράξατο. Ξενοφῶντι δὲ εἶχε δυσμενῶς, καὶ ἦν ἱκανὸς ἁρμόσασθαι καὶ χρόνῳ καὶ τόπῳ. καὶ τῶν μὲν παρόντων ἀπέλαυε καὶ ἡδονὴν μετεδίωκε, πόνῳ δὲ ἀπόλαυσιν οὐδεμίαν ἐθήρα τῶν οὐ παρόντων. ὅθεν Διογένης βασιλικὸν κύνα αὐτὸν ἐκάλει. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖστα καὶ ἄριστα. διήκουσε δὲ αὐτοῦ ἡ θυγάτηρ Ἀρήτη, ἀφ’ ἧς ὁ παῖς αὐτῆς ὁ νέος Ἀρίστιππος, ὃς ἐκλήθη Μητροδίδακτος, οὐ Θεόδωρος, ὁ Ἄθεος ἐπικληθείς, εἶτα Θεός· τοῦ δὲ Αντίπατρος, τοῦ δὲ Ἐπιτιμήδης Κυρηναῖος, τοῦ δὲ Παραιβάτης, τοῦ δὲ Ἡγησίας Πεισιθάνατος, τοῦ δὲ Ἀννίκερις, ὁ Πλάτωνα λυτρωσάμενος. ]
alpha 4013[ Ἁρποκρατίων, ὁ Αἴλιος χρηματίσας, σοφιστής. ἔγραψε Περὶ τῶν δοκούντων τοῖς ῥήτορσιν ἠγνοῆσθαι, καὶ Ὑποθέσεις τῶν λόγων Ὑπερίδου, Περὶ τοῦ κατεψεῦσθαι τὴν Ἡροδότου ἱστορίαν, Περὶ τῶν παρὰ Ξενοφῶντι [+] τάξεων, Περὶ τέχνης ῥητορικῆς, Περὶ ἰδεῶν. ]
alpha 4053[ Ἀρτοσιτεῖ: ἄρτον ἐσθίει. Ξενοφῶν· ὅστις δὲ ἀρτοσιτεῖ, ὕδατι δεδευμένον τὸν ἄρτον. ]
alpha 4089[ Ἀρχεῖα: ἔνθα οἱ δημόσιοι χάρται ἀπόκεινται, χαρτοφυλάκια ἢ τὰ χωρία τῶν κριτῶν· ἢ ἀρχαῖα, ὡς Ξενοφῶν Ἰστοριῶν ηʹ. τοὺς δὲ υἱέας περιῆγεν ἐς τὴν ἐς τάχος γράφουσαν μοῖραν τῆς περὶ τὰ ἀρχεῖα διακονίας. ]
alpha 4674[ Ἀχαριστεῖν: μὴ χαρίζεσθαι. καὶ Ἀχαρίστως, τὸ μὴ εὐχαριστεῖν. Ξενοφῶν· οἶμαι γὰρ ὅτι οὐκ ἂν ἀχαρίστως ἐμοὶ ἔχειν οὔτε πρὸς ὑμῶν οὔτε πρὸς τῆς ἄλλης πάσης Ἑλλάδος. ]
alpha 4676[ Ἀχαρίστως· Ξενοφῶν· Κῦρος δὲ ἦγε Λυδῶν αἰχμαλώτους, καὶ οὓς μὲν ἑώρα καλλωπιζομένους καὶ πειρωμένους αὐτῷ χαριεῖσθαι, τούτους εἴα σὺν τοῖς ὅπλοις, οὓς δὲ ἑώρα ἀχαρίστως ἐπιμένοντας, τούτων τοὺς ἵππους παρέδωκε τοῖς Πέρσαις, τὰ δὲ ὅπλα κατέκαυσεν. Ἀχαρίστως οὖν ἄνευ χάριτος. ]
beta 285[ Βίκος: τὸ ἀγγεῖον. καὶ Βικίδιον διὰ τοῦ ι ἡ παράδοσις. Ξενοφῶν· Κῦρος γὰρ ἔπεμπε βίκους ἡμιδεεῖς οἴνου. καὶ Βίκος, τὸ σπέρμα. ]
beta 316[ Βλακεύεται καὶ Βλακεύει: μαλακίζεται. Δαμάσκιος· καὶ παροξύνων τῷ λόγῳ τούς ἐν ἔργῳ βλακεύοντας. οὐδεμιᾶς γοῦν ἐτίθετο κακίας ἐλάττω τὴν ῥᾳθυμίαν, ἁπασῶν δὲ σχεδὸν τὴν μεγίστην. καὶ Ξενοφῶν· εἶ τις αὐτῷ δοκοίη τῶν πρὸς τοῦτο τεταγμένων βλακεύειν, ἐκλεγόμενος τὸν ἐπιτήδειον ἔπαιεν ἂν τῇ βακτηρίᾳ. ]
beta 440[ Βουλιμιᾶν: τὸ παρ’ ἡμῖν. Ξενοφῶν δὲ βουλιμιᾶν λέγει τὸ τὸν στόμαχον ἐπιδάκνεσθαι ὑπὸ λιμοῦ. ὁ δὲ παριὼν ἐπὶ τὰ ὑποζύγια, εἴ τί που ὀρῴη βρωτὸν, ἐδίδου τοῖς βουλιμιῶσι. συμπίπτει τε τῆς βουλιμιάσεως πάθος, χιόνος οὔσης, πονοῦσι καὶ κτήνεσι καὶ ἀνθρώποις, εἴτε τοῦ θερμοῦ διὰ περίψυξιν καὶ πύκνωσιν, ὅταν ἐντὸς ἅπαν καθειρχθῇ, τὴν τροφὴν ἀθρόως ἀναλίσκοντος, εἴτε δριμεῖα καὶ λεπτὴ τῆς χιόνος διαδυομένης ἰοῦσα πνοὴ τέμνει τὸ σῶμα καὶ διαφθείρει τὸ θερμὸν ἔξω αὖθις διαδιδόμενον. ]
beta 565[ Βρωτόν: βρῶσιν, τροφήν. Ξενοφῶν· ὁ δὲ παριὼν ἐπὶ τὰ ὑποζύγια, εἴ τί που ὁρῴη βρωτὸν, ἐδίδου τοῖς βουλιμιῶσιν. ]
gamma 199[ Γέρρον: ὅπλον. Ξενοφῶν· γέρρον ἐς τὴν ἀριστερὰν, κοπὶς ἢ σάγαρις ἐς τὴν δεξιάν. καὶ αὖθις· οἱ δὲ γέρρα ἔλαβον δασέων βοῶν ὠμοβόϊνα ἀμφὶ τὰ κʹ. ]
gamma 384[ Γονύων: γονάτων. Ξενοφῶν· ἐνῆσαν δὲ καὶ κάλαμοι, γόνατα οὐκ ἔχοντες. ]
gamma 463[ Γρύλλος· Ξενοφῶντος τοῦ Σωκρατικοῦ υἱοὶ Γρύλλος καὶ Διόδωρος. καὶ Γρύλλος, ὁ χοῖρος. ]
gamma 482[ Γυμνῆται. ἡ εὐθεῖα ὁ γυμνήτης, καὶ οἱ γυμνῆται. τάξις πεζῶν. Ξενοφῶν· ὁ δὲ Χειρίσοφος ἡγεῖτο τοῦ στρατεύματος λαβὼν τὸ ἀμφ’ αὑτὸν, τοὺς γυμνήτας ἅπαντας· οὐδεὶς γὰρ κίνδυνος ἐδόκει εἰναι. καὶ Γυμνήτης, ὁ γεγυμνωμένος. ὅς ποτε θυμῷ ἄρσενι γυμνήτην ἐξεπόνει βίοτον. λέγεται καὶ Γυμνής, γυμνῆτος, ὁπλίτου. καὶ αὖθις· εἵποντο δὲ καὶ γυμνῆτες ἐς υʹ ἀποκεκριμένοι ὡς ὁδοποιεῖν τὰ ἄβατα. ]
delta 82[ Δασμός· μερισμός, φόρου ἀπαρχή. Ξενοφῶν· εὗρον δὲ καὶ πώλους εἰς δασμὸν βασιλεῖ τρεφομένους ιζʹ. καὶ αὖθις· Ἀθηναῖοι δὲ δείσαντες τὸν Μίνωος στόλον ὑπέστησαν δασμὸν οἴσειν εἰς Κρήτην, ὅν τινα ἂν ἐκεῖνοι δικαιώσειαν. ]
delta 314[ Δείλη ὀψία· ἡ περὶ δύσιν ἡλίου. Δείλη πρωΐα, ἡ πρὸ ἀρίστου ὥρα, ἢ μετὰ τὸ ἄριστον. Ξενοφῶν· ἡνίκα δὲ δείλη ἐγένετο, ἐφάνη κονιορτός. καὶ κλίνεται δείλης. ]
delta 517[ Διαγγέλλω· δοτικῇ. καὶ Διαγγελλομένους, παρακελευομένους. Ξενοφῶν· ἐγίνωσκον αὐτοὺς ἀπιέναι βουλομένους καὶ διαγγελλομένους. ἢ ἀντὶ τοῦ φανερουμένους, δήλους γινομένους. ]
delta 758[ Διασκηνητέον· καταλυτέον. Ξενοφῶν· ἐδόκει διασκηνητέον εἶναι εἰς τὰς κώμας εἰς στέγας. ]
delta 1001[ Διηγκυλημένον· τὸ ἀκόντιον μεταχειριζόμενον. ἀντὶ τοῦ ἐν μασχάλῃ κρατῶν τὸ δόρυ. Ξενοφῶν· ὁ δὲ πᾶσι παρήγγελλε διηγκυλημένους ἰέναι, ὡς ὁπόταν σημήνῃ ἀκοντίζειν δεήσοι· καὶ τοὺς τοξότας ἐπιβεβλῆσθαι ἐπὶ ταῖς νευραῖς, ἢ οὕτως ὡς ὁπόταν σημήνῃ, τοξεύειν δεῆσον. καὶ τοὺς γυμνῆτας λίθων ἔχειν μεστὰς διφθέρας. ]
delta 1518[ Δρεπανηφόρος· ξιφηφόρος. καὶ Δρεπανηφόροι. Ξενοφῶν· τὰ δὴ δρεπανηφόρα καλούμενα εἶχον δρέπανα ἐκ τῶν ἀξόνων εἰς πλάγιον ἀποτεταμένα καὶ ὑπὸ τοῖς δίφροις ἐς γῆν βλέποντα ὡς διακόπτειν ὅτῳ ἐτύγχανον. ]
delta 1574[ Δυνατήν· ἐνδεχομένην. Ξενοφῶν ἔφη· ἡγήσασθαι δυνατὴν ὑποζυγίοις πορεύεσθαι ὁδόν. ]
delta 1676[ Δυσωποῦμαι· Δημοσθένης ἐν Φιλιππικοῖς καὶ Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν ἀντὶ τοῦ φοβοῦμαι. ]
delta 1682[ Δυσπάριτον· δυσπόρευτον. Ξενοφῶν· ἐρωτώμενος δ’ εἰ εἴη δυσπάριτόν τι χωρίον. τὸ ἄβατον. ]
alphaiota 148[ Αἰθρία· ἔξω ὑπὸ τὸν ἀέρα. λέγεται δὲ καὶ ὕπαιθρον. καὶ ἡ εὐδία. Ξενοφῶν· οἱ δὲ τὰς οἰκίας ἐμπρήσαντες δίκην ἔδοσαν ὑπὸ τῆς αἰθρίας κακῶς σκηνοῦντες. ]
zeta 177[ Ζυγάστροις· Ξενοφῶν· τὰ δὲ ἄλλα χρήματα παραδεχομένους ἐς ζυγάστροις στήσαντας ἐφ’ ἁμάξης κομίζειν, ἵνα ὅπη καιρὸς εἴη διαλαμβάνοιεν ἕκαστοι τὰ ἄξια. ζύγαστρον γὰρ ἡ ξυλίνη σορός. ]

 

Catalog of Authors and Works

The Catalog of the Digital Suda project is populated with forms deriving from the linguistic extraction and annotation of expressions about names of authors and works in the Greek text of the Suda (ed. Adler).

This is the first version of the Catalog, which includes the entries of the first volume of the Adler edition (praefatio, alpha, beta, and gamma), is based on semi-automatic methods, and linked to external resources. Results are currently checked and analyzed for correction, further disambiguation, NE relation, and coreference resolution. Forthcoming versions of the catalog will allow to search Greek forms and will be enriched with data from other sources as part of the text-based Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project.

Entries of this catalog are also searchable in the unified Catalog of Authors and Works of the Linked Ancient Greek and Latin (LAGL) project, which collects data from different ancient Greek sources.

The text of the Suda (ed. Adler) is available as part of the Digital Suda project and provided with a CTS URN retriever:

Search Fields

Output Fields

 

LAGL - Linked Ancient Greek and Latin     Creative Commons License