Perseus: urn:cts:greekLit:tlg1389.tlg001.perseus-grc1:q.thiasosScaife Viewer: urn:cts:greekLit:tlg1389.tlg001.perseus-grc2:q.thiasosHarpokration On Line: urn:cts:greekLit:tlg1389.tlg001.dc3:θίασος
Θίασος: Δημοσθένης ἐν τῷ κατ' Αἰσχίνου. θίασός ἐστι τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τελετῇ καὶ τιμῇ θεῶν· Ξενοφῶν ἐν βʹ Ἀπομνημονευμάτων. Ἴων δὲ ἐν Ὀμφάλῃ κοινῶς ἐπὶ παντὸς ἀθροίσματος ἔταξε τοὔνομα. θιασῶται δ' ἐκαλοῦντο οἱ κοινωνοῦντες τῶν θιάσων· Ἰσαῖος ἐν τῷ περὶ Ἀστυφίλου κλήρου.
