urn:cts:greekLit:tlg1389.tlg001.perseus-grc1:q.theognisurn:cts:greekLit:tlg1389.tlg001.dc3:θέογνις
Θέογνις: Λυσίας ἐν τῷ κατ’ Ἐρατοσθένους. οὗτος εἷς ἦν τῶν παρ' Ἀθηναίοις λʹ τυράννων, καθά φασιν ἄλλοι τε καὶ Ξενοφῶν ἐν βʹ Ἑλληνικῶν. τοῦ δὲ ποιητοῦ Θεόγνιδος μνημονεύει Ἰσοκράτης ἐν ταῖς πρὸς Νικοκλέα ὑποθήκαις· οὗτος δ' ἦν Μεγαρεὺς, ἀπὸ τῶν πρὸς τῇ Ἀττικῇ Μεγάρων· αὐτὸς γάρ φησιν ὁ ποιητὴς ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν. ᾧ μὴ ἐπιστήσας Πλάτων ἐν αʹ Νόμων τῶν ἐν Σικελίᾳ Μεγαρέων πολίτην ἔφασκεν. κατηκολούθησαν δὲ τῷ Πλάτωνι οὐκ ὀλίγοι.