urn:cts:greekLit:tlg1389.tlg001.perseus-grc1:p.peristoichizetaiurn:cts:greekLit:tlg1389.tlg001.dc3:περιστοιχίζεται
Περιστοιχίζεται: Δημοσθένης Φιλιππικοῖς φησι μέλλοντας ἡμᾶς καὶ καθημένους περιστοιχίζεται ἐκ μεταφορᾶς τῶν κυνηγετῶν· κατὰ γὰρ τὰς ἐκδρομὰς τῶν θηρίων ὀρθὰ ξύλα ἱστᾶσιν, ἃ καλοῦσι στοίχους ἢ στόχους, καταπεταννύντες αὐτῶν δίκτυα, ἵν' ἐὰν αὐτοὺς ἐκφύγῃ τὰ θηρία εἰς τὰ δίκτυα ἐμπέσῃ, ὡς ὑποσημαίνει Ξενοφῶν ἐν τῷ Κυνηγετικῷ. ἐν ἐνίοις μέντοι γράφεται περιστοιχίζεται, ἐν ἄλλοις δὲ καὶ περισχοινίζεται.