Perseus: urn:cts:greekLit:tlg1389.tlg001.perseus-grc1:p.penestaiScaife Viewer: urn:cts:greekLit:tlg1389.tlg001.perseus-grc2:p.penestaiHarpokration On Line: urn:cts:greekLit:tlg1389.tlg001.dc3:πενέσται
Πενέσται: Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. Πενέσται παρὰ Θετταλοῖς καλοῦνται οἵπερ παρὰ Λακεδαιμονίοις Εἵλωτες· Ξενοφῶν γοῦν ἐν γʹ Ἑλληνικῶν φησιν ἐπί τινος καὶ τοὺς Πενέστας ὥπλισεν ἐπὶ τοὺς δεσπότας. διείλεκται δὲ περὶ αὐτῶν ἐπὶ πλέον Στάφυλος ἐν τῇ γʹ περὶ Θετταλῶν. οὐ μόνον δὲ αὐτοὺς Πενέστας καλεῖσθαί φησιν, ἀλλὰ καὶ Θετταλίκτας.
