Perseus: urn:cts:greekLit:tlg1389.tlg001.perseus-grc1:m.moranScaife Viewer: urn:cts:greekLit:tlg1389.tlg001.perseus-grc2:m.moranHarpokration On Line: urn:cts:greekLit:tlg1389.tlg001.dc3:μόραν
Μόραν: Δημοσθένης Φιλιππικοῖς. συντάγματά τινα Λακωνικὰ οὕτω καλεῖται. διείλεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ. φησὶ δὲ ὡς εἰσὶ μόραι ἓξ ὠνομασμέναι, καὶ διῄρηνται εἰς τὰς μόρας Λακεδαιμόνιοι πάντες. Ξενοφῶν δὲ ἐν τῇ Λακώνων πολιτείᾳ φησὶν ἑκάστη δὲ τῶν πολιτικῶν μορῶν ἔχει πολέμαρχον ἕνα, λοχαγοὺς δʹ, πεντηκοστύας ηʹ, ἐνωμοτάρχας ιςʹ.
