urn:cts:greekLit:tlg1389.tlg001.perseus-grc1:k.koironidaiurn:cts:greekLit:tlg1389.tlg001.dc3:κοιρωνίδαι
Κοιρωνίδαι: ἔστι Λυκούργῳ λόγος οὕτως ἐπιγραφόμενος Κροκωνιδῶν διαδικασία πρὸς Κοιρωνίδας, ὃν ἔνιοι Φιλίνου νομίζουσιν· ἔστι δὲ γένος οἱ Κοιρωνίδαι, περὶ ὧν Ἴστρος ἐν τῇ συναγωγῇ τῆς Ἀτθίδος φησίν. ὠνομασμένοι δ' ἂν εἶεν ἀπὸ Κοίρωνος, ὃν νόθον ἀδελφὸν εἶναί φασι τοῦ Κρόκωνος, παρ' ὃ καὶ ἐντιμοτέρους εἶναι τοὺς Κροκωνίδας. ὁ δὲ τὸν λόγον γεγραφὼς ὅστις ποτ' ἐστὶν, τρισὶν ὀνόμασί φησιν αὐτοὺς προσηγορεῦσθαι· καὶ γὰρ Κοιρωνίδας καὶ Φιλιεῖς καὶ Περιθοίδας.