urn:cts:greekLit:tlg1389.tlg001.perseus-grc1:a.hamippoiurn:cts:greekLit:tlg1389.tlg001.dc3:ἅμιπποι
Ἅμιπποι: Ἰσαῖος Τεμενικῷ. οἱ σὺν ἵπποις στρατευόμενοι. ἔνιοι δέ φασιν ὅτι ζεύγνυνταί τινες πρὸς ἀλλήλους ἵπποι κέλητες, ὁ δ' ἐλαύνων αὐτοὺς τὸν ἕτερον μὲν παρέλκεται, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχεῖται. οὗτοι ἅμιπποι λέγονται. τοῦτ' ἔστι τὸ παρ' Ὁμήρῳ θρώσκων ἄλλοτ' ἐπ' ἄλλον. πεζοὶ δ' εἰσὶν οἱ ἅμιπποι, ὡς δῆλόν ἐστιν ἐκ τῶν Θουκυδίδου καὶ Ξενοφῶντος ἐν τῇ ζʹ τῶν Ἑλληνικῶν. καὶ μήποτε πρόδρομοί τινές εἰσιν οἱ ἅμα τοῖς ἱππεῦσι τεταγμένοι· Φιλόχορος γοῦν ἐν τῇ ιʹ φησὶ καὶ προδρόμους.